Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
99. *αὐτός] ὅτι ἐν ἴσῳ τῷ μόνος.
103. *γῆρας ὀπάζει] οὕτως Ἀρίσταρχος ὀπάζει· ὁ δὲ Ἰξίων ἐπείγει.
*ἐν ἄλλῳ γῆρας ἱκάνει.
104. ἠπεδανὸς] ἀσθενὴς, ἢ ἄτεχνος, οἱονεὶ ἀπεδανός, ὁ μὴ δυνά- μενος δι᾿ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πέδῳ (ὅ ἐστιν ἐδάφει) στῆναι. ἔμπεδος γὰρ λέγεται ὁ ἐν τῷ πέδῳ διʼ ἰσχὺν ἑστώς.
106. *ὅτι ἐλλείπει ἡ διά.
βραχὺ διασταλτέον ἐπὶ τὸ ἵπποι· μᾶλλον γὰρ ἐμφαίνει τὴν τοῦ εἰσίν ἔλλειψιν. καὶ ἄλλως συναπτόμενον ἀκατάλληλόν ἐστι τὸ ἐπιστάμενοι. οὐ μὴν ἡ διά πρόθεσις ἐνταῦθα λείπει, ἵνʼ ᾖ διὰ πεδίου, ἀλλὰ τὸ ἑξῆς ἐστὶν ἔνθα καὶ ἔνθα πεδίου. τοιοῦτο καὶ τὸ ἐν τῷ ἕκτῳ “πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα ἴθυσε μάχη πεδίοιο” (Il. 6, 2).
107. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι] ὅτι ἀντὶ τοῦ φεύγειν ἀεὶ τὸ φέβεσθαι παρʼ αὐτῷ, καὶ ὅτι ἐντεῦθεν τὸ “φόβον Ἄρηος φορεούσας” (Il. 2, 767).
108. οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην] ἀθετεῖται, ὅτι ἄτοπον προστι- [*](1. ἐζήτηται] ἐξηγεῖται A. Cor- 19. *δι᾿] δὲ rectum ex scholio proximo. 21. τὸ Bekk.] τῷ 5. παρεπέμψατο] γὰρ ἐπαρεπέμ- 24. τοιοῦτο καὶ τὸ ἐν τῷ ἕκτῳ ψατο A. Correctum ex scholio “οτολλά] τοιούτῳ καὶ τὸ ἑβδόμῳ πολλὰ A. Bekkerus scripserat τοι- proximo. 7. *ἐζήτηται] ἐξηγεῖται οῦτο καὶ τὸ πολλά. 8. *ῥητέον—ἐπείσθη] om.)
109. * Ἀρίσταρχος κομείτων.
τούτω μὲν θεράποντε] ὅτι τετήρηται παρʼ αὐτῷ καθαρῶς τὰ δυϊκὰ, καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται.
τώδε] παροξύνεται τὸ τώδε παραλόγως· ἀληθὲς γὰρ ὡς ὅτι τὰ διὰ τοῦ δε ἐπεκτεταμένα, εἰ ἔχοι πρὸ τέλους φύσει μακρὰν, προπερι- σπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλʼ ὅμως πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ζ΄, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει.