Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

66. ἡ διπλῆ, ὅτι νῦν τὴν πρὸ μεσημβρίας ὅραν ἠῶ λέγει. ἀέξετο] αὔξησιν ἐλάμβανεν ἡ ἡμέρα, ὁ ἐστιν ἕως οὗ ὑψοῦτο ὁ ἥλιος ὁ τὴν ἡμέραν ποιῶν.

68. ὅτι οὐδέποτε ἐν Ὀλύμπῳ τὸν ἥλιον, ἀλλʼ ἐν οὐρανῷ· οὐκ ἄρα

272
ὁ αὐτὸς τῷ οὐρανῷ· τὸ δʼ ἀμφιβεβήκει γράφεται καὶ σὺν τῷ ν, ἀμφιβεβήκειν.

69. τάλαντα] τὴν τοῦ Διὸς διάνοιαν.

70. ἐν δʼ ἐτίθη δύο κῆρε] μίαν ὑπὲρ ἑκατέρου στρατεύματος· καὶ ὅτι τὰς θανατηφόρους μοίρας λέγει. ὁ δὲ Αἰσχύλος νομίσας λέγεσθαι τὰς ψυχὰς, ἐποίησε τὴν Ψυχοστασίαν, ἐν ᾗ ἐστὶν ὁ Ζεὺς ἱστὰς ἐν τῷ ζυγῷ τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχήν.

73, 74. ἀθετοῦνται, ὅτι ὑπὲρ ἑκάστου στρατεύματος κῆρα ζυγο- στατεῖ ὁ Ζεὺς, οὐ πλείους, ὡς ἐπὶ Ἀχιλλέως καὶ Ἕκτορος (Il. 22, 210)· ὁ δὲ διασκευαστὴς ἐξέλαβε πολλάς. εἰ δέ τις δύο ὑπὲρ ἑκατέρου ἵστασθαι φήσει, ῥυόμενος τὴν σύγχυσιν τοῦ δυϊκοῦ σχή- ματος, ἄλογον· πρὸς τί γὰρ δύο, ἀλλʼ οὐ μία;

74. * ἐν ἐνίοις διὰ τοῦ ε ἕζεσθεν.

77. *εἷλεν] ἐν ἄλλῳ. δέος ᾕρει.

81, * ἐτείρετο] ἔν τισι τῶν ὑπομνημάτων ἐδάμνατο.