Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

5. ἐπεί κε] ὅτι ἐν τισι γράφεται ἐπήν. ἐὰν δὲ οὕτως ἔχῃ, προενεκτέον ὑφ᾿ ἓν, κεκά μωσιν, ὡς λελάχωσιν.

*οὔτως Ἀρίσταρχος, ἄλλοι δὲ ἐπήν κε.

6. ἐλαύνοντες] κατʼ ἔνια τῶν ὑπομνημάτων ἐρέσσοντες. τὸ δὲ λέλυνται ἐπὶ τὰ γυῖα ἀνενεκτέον.

ὑπὸ] οὐκ ἀναστρεπτέον διὰ τὸν σύνδεσμον, ἄλλως τε καὶ τὸ ἑξῆς ἐστὶν ὑπολέλυντο.

*πρὸς τὸ σχῆμα, ὡς “σπάρτα λέλυνται” (Il. 2, 135).

7. * τώ] Ἀμμώνιος ἐν τῷ πρὸς Ἀθηνοκλέα τοὶ Τρώεσσι προφέ- ρεται πληθυντικῶς. *τὼ οὕτως Ἀρίσταρχος τώ δυϊκῶς.

8. *ἑλέτην ὁ μέν] βραχὺ διασταλτέον ἐπὶ τὸ ἑλέτην· ἡ γὰρ σύλληψις εἰς διάλυσιν τρέπεται.

ὅτι ἑλέτην συλληπτικῶς, ὕστερον δὲ προσδιασαφεῖ. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκε· τὸν γὰρ Ἀλέξανδρον κατείρηκεν. Ἀρηϊθόοιο] Ἀρηΐθοος ὁ Βοιώτιος, ἄριστος τῶν κατʼ αὐτὸν ἀνθρώπων, διαβὰς εἰς τὴν Ἀρκαδίαν (ἦν γὰρ ἁψιμαχία τις Βοιωτοῖς πολίταις καὶ τοῖς Ἀρκάσι περὶ γῆς ὅρων) πλείστην ἐντεῦθεν κατεσύρατο λείαν. καταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος Ἀρκάσι, Αυ- κοῦργος ὁ τῶν ἐνταῦθα κράτιστος ἀνὴρ λόχον ποιήσας ἔπεισε τὴν πολλὴν τοῦ Ἀρηϊθόου φάλαγγα, ἀνεῖλέ τε αὐτὸν, καὶ ὑπολαβὼν τὴν λείαν ἔτι καὶ πρὸς ἄμυναν παντευχίαν μετὰ καὶ τῆς κορύνης. ἡ ἱστορία παρὰ Φερεκύδει.

9. Ἄρνῃ] ὅτι Ζηνόδοτος ἐν μὲν τῷ καταλόγῳ (Il. 2, 507) πε- ποίηκεν “οἵ τε πολυστάφυλον Ἄσκρην ἔχον,” ἐνθάδε δὲ εἴασε τὴν Ἄρνην. διὸ ἡ διπλῆ ἐν τῷ Ἄρνῃ.

9, 10. ἡ διπλῆ, ὅτι οὗτος τοῦ Ἀρηϊθόου ὁμώνυμός ἐστι τοῦ ὑπὸ Νέστορος λεγομένου “ τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος” (137)· καὶ ὅτι ἐνθάδε μόνον ἐφʼ ἡρωΐνης τὸ ἐπίθετον, καὶ ἐν τῷ ἀθετουμένῳ “Αἴθρη Πιτθῆος θνγάτηρ, Κλυμένη δὲ βοῶπις” (Il. 3, 144).

12. * ὄτι περικεφαλαίας εἶδος ἡ στεφάνη.

στεφάνης] στεφάνη εἶδος περικεφαλαίας· ἔστι δὲ καὶ κόσμος [*](11. τὡ δυικῶς] τὸ δυϊκῶς 18. * ὅρῶν] ὅρον 17. πολίταις] *τοῖς αὐτοῦ πολίταις 26. διὸ—Ἄρνῃ delet Cobetus.)

251
γυναικεῖος. τίθεται δὲ καὶ ἐπὶ ὄρους ἐξοχῆς· “ον τε κατὰ στεφάνης ποταμὸς χτιμάρροος ὤσῃ” (Il. 13, 138).

*λῦσε δὲ] Ἀρίσταρχος λύντο δὲ γυῖα.

15. Δεξιάδην] εἴτε ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην εἴτε ποιό- τητος ἢ τόπου ἐπίρρημα, δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομέ- νοις συνάπτεσθαι. ἢ γὰρ Ἰφίνοον Δεξιάδην, ἢ βάλε δεξιάδην ὦμον, ἢ δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δεξιῶν μερῶν ἐφαλλόμενον.

16. *ὦμον] κατὰ τὸν ὦμον.

* λύντο] οτι λύντο εἶπεν ἀντὶ τοῦ ἐλύθη.

20. *ὅτι θηλυκῶς τὴν Ἴλιον.

22. φηγῷ] ἡ διπλῆ, ὅτι πρὸ τῶν πυλῶν τὴν φηγὸν ταύτην ὑποτί- θεται· πρὸ πολλοῦ δὲ ὁ Ἀπόλλων ἐστὶν ἐπὶ τῆς Περγάμου.

ἀξιοπίστως ἔθηκε τὸν τόπον. παρὰ γὰρ τὸ φαγῶ, ὅ ἐστι καίω· τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες τὰ ἔξω ἔκαιον πρὸς θέρμην· ὅθεν καὶ βαλανεῖα. καὶ οἱ ἑταῖροι Ὀδυσσέως ἐπιλειφθέντες ἐκ τοῦ πλεῖν αὐτῇ κέχρηνται τῇ τροφῇ.

26. ἑτεραλκέα] οὕτως ἡ νίκη λέγεται ὅταν οἱ νικῶντες νικῶνται ἢ ἀνάπαλιν. ἐν ἄλλῳ, τὴν τοῖς ἑτέροις ἀλκὴν καὶ δύναμιν παρέχουσαν. ἢ ὅταν οἱ πρώην νικηθέντες νικήσωσιν.

28. ἐπὶ δὲ τὸ εἴη ἤτοι στικτέον ἢ ὑποστικτέον.