Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

31. *βαρυτονητέον τὸ ὥς· δηλοῖ γὰρ τὸ οὕτως.

32. ὑμῖν ἀθανάτῃσι] ὅτι Ζηνόδοτος ἀθανάτοισιν. ἐν μέντοι τῇ Ἀριστοφάνους ὑμῖν ἀμφοτέρῃσιν εἶχε, τῇ Ἀθηνᾶ καὶ τῇ Ἥρᾳ, οὐκ ἀπιθάνως.

33. *ὅτι Ζηνόδοτος γράφει τὸν δʼ ἠμείβετ’ ἔπειτα.

39. προκαλέσσεται οἰόθεν οἶος] ὅτι συνέσταλται διὰ τοῦ ε τὸ η. [*](3. λύντο] λῦντο ο ζηνόδοτος: 7. ἀπὸ] ἢ ἀπὸ Friedl. Nic. p. 189. γρ. τὸν δʼ ἡμεείβετ 8. κατὰ τὸν ὦμον] Haec verba ἔπειτα sine lemmate leguntur in marg. in margine versuum in textu (32, interiore. 33) incipientium ??ὑμῖν 9. ἐλύθη] ἐλυ 13. *καίω] κλυῶ (sic) A. Fortasse igitur duo scholia sunt, 22. ἐν—τῃ Ἀριστοφάνους—εἶχε] prius sic redintegrandum, ὅτι Pro ἡ Ἀριστοφάνους—εἶχε dictum. Ζηνόδοτος ἀθανάτοισιν, alterum non Similiter p. 72, 21. 94, 1. 142, 1. ad Ζenodotum pertinens, sed di- 23. τῆ Ἀθηνᾷ καὶ τῇ Ἥρᾳ Bekk.] versam saliorum librorum scriptu- τὴν Ἀθηνᾶν καὶ τὴν Ἥραν ram mermorans γρ. (i. e. γράφεται) 25. Hoc scholion sic scriptum τὸν δʼ ἠμείβετ’ ἔπειτα.)

252
ἔστι γὰρ προκαλέσσηται· καὶ πρὸς τὸ σχῆμα, μονόθεν μόνος ἀντὶ τοῦ μόνος πρὸς μόνον.

41. *ἀγασσάμενοι] Ἀρίσταρχος διὰ τοῦ ο ἀγασσόμενοι.

ὅτι τὸ ἀγάσσασθαι ποτὲ μὲν ἐπὶ τοῦ ἀποδέχεσθαι, ποτὲ δὲ ἐπὶ τοῦ φθονεῖν τίθησι. περιττεύει δὲ καὶ ὁ κε σύνδεσμος.

44. σύνθετο θυμῷ] ὅτι μαντικῶς συνῆκεν οὐκ ἀκούσας αὐτῶν τῆς φωνῆς. μνθεύεται τῶν ἐξ Ἑκάβης γεγονότων Πριάμῳ παίδων τὸν Ἕλενον καὶ τὴν Κασάνδραν διδύμους γεγενῆσθαι· τῶν δὲ γενεθλίων αὐτοῖς συντελουμένων ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λέγεται τὸν Ἕλενον καὶ τὴν Κασάνδραν ἐν τῷ ναῷ παίζοντας κατακοιμηθῆναι, ὑπὸ δὲ μέθης ἐκείνων ἐκλαθομένων περὶ τῶν παίδων οἴκαδε χωρισθῆναι· τῇ δὲ ὑστεραίᾳ ἐλθόντας εἰς τὸ ἱερὸν θεάσασθαι τοὺς παῖδας ταῖς τῶν ὄφεων γλώτταις τοὺς πόρους τῶν αἰσθητηρίων καθαιρομένους. ὡς οὖν διὰ τὸ παράδοξον αἱ γοναῖκες ἀνέκραγον, συνέβη ἀπαλλαγῆναι τοὺς ὄφεις καὶ καταδῦναι ἐν ταῖς παρακειμέναις δάφναις, τοὺς δὲ παῖδας ἀμφοτέρους τῆς μαντικῆς οὕτω μεταλαβεῖν. ἡ ἱστορία παρὰ Ἀντικλείδῃ.

46. *ἰών] ὅτι ἀντὶ τοῦ πορευθείς.

52. ἐπισπεῖν] ὡς ἐπιπλεῖν. μονοσύλλαβον γὰρ τὸ σπεῖν ἀπα- ρέμφατον· πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει τὸν αὐτὸν τόνον.

53. ἀθετεῖται· διὰ γὰρ τῆς μαντικῆς αὐτῶν συνῆκεν, ὡς εἴρηται.

56. μέσσου δουρὸς ἑλών] μέσου τοῦ δόρατος ἐπιλαβόμενος πρὸς ἔνδειξιν τοῦ μὴ πρὸς πολεμικὴν χρῆσιν ἔχειν αὐτὸ, ἀλλὰ πρὸς ἔμφασιν τοῦ διαλεχθῆναι. ἔδει δὲ εἰπεῖν μέσον λαβὼν τὸ δόρυ.

62. * πεφρικυῖαι] γράφεται καὶ βεβριθυῖαι.

φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησί.

63. πόντον ἔπι φρίξ] ὁ Ἀσκαλωνίτης ἀναστρέφει πόντον ἔπι· οὕτως καὶ οἱ ἄλλοι. καὶ ἄμεινον· οὐδὲν γὰρ ἔσται τὸ ἐπιφρίξ, χωρὶς εἰ μὴ παρέλκῃ ἡ πρόθεσις, ὅπερ οὐ πιθανόν· οὐ γὰρ κατεπείγει. φρὶξ δὲ ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ κύματος ἀρχομένου, ἢ τὸ ἐπιπο- [*](5. ὁ κε] ὁ καὶ 22. εἴρηται] Ad v. 44. 9. * Θυμβραίου] θυμβρίου 27. φρίσσει— φησί] Scholion 12. *ὑστεραίᾳ] ὑστέρᾳ scholio proximo ad v. 63 subiectum 13. *καθαιρομένους] καθαιρουμέ- est. νους 29. πόντον ἔπι] ἐπὶ πόντον)

253
λάζον τῷ κύματι ἀφρῶδες, ὅταν ἄνεμος ἄρχηται πνεῖν. βέλτιον δὲ τὴν πρώτην ἔγερσιν τῶν κυμάτων ἀκούειν.

64. μελάνει] ὡς οἰδάνει, ὁ Ἀσκαλωνίτης· ἐκ γὰρ τοῦ μελαίνει, φησὶν, ἐνδείᾳ τοῦ ῑ ἐγένετο.

*Ἀρίσταρχος πόντον διὰ τοῦ ν, καὶ ὑπʼ αὐτῇ, τῇ φρικί. ἄλλοι δὲ πόντος ὑπʼ αὐτοῦ.

ὅτι ἐὰν μὲν γράφηται πόντος ὑπʼ αὐτοῦ, ἔσται μελαίνεται ὁ πόντος ὑπὸ τοῦ Ζεφύρου· ἐὰν δὲ πόντον ὑπʼ αὐτῇ, ἔσται μελαίνει δὲ πόντον ὁ Ζέφυρος ὑπὸ τῇ φρίκῃ.