Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

500. *γόον] ἀντὶ τοῦ ἐγόων συνεστάλη.

506—511. καὶ τούτοις ὁμοίως ἀστερίσκοι παράκεινται, ὅτι τὴν παραβολὴν ὅλην ἐπὶ Ἕκτορος βληθέντος λίθῳ ὑπʼ Αἴαντος μετήνεγκεν ἐντεῦθεν (Il. 15, 263—268). ἡ δὲ διπλῆ πρὸς τὸ ἀκοστήσας, ὅτι ἄλλοι ἄλλως ἀπέδωκαν· ἔστι δὲ ἤτοι ἐν ἄχει γενόμενος διὰ τὴν στάσιν, ἢ ἄκος τι καὶ βοήθημα τῆς στάσεως ζητῶν.

506. ἀκοστήσας] ἄκος τῆς στάσεως λαβὼν, τουτέστιν ἴαμα, καὶ κριθιάσας. κυρίως δὲ πᾶσαι αἱ τροφαὶ ἀκοσταὶ καλοῦνται παρὰ Θεσσαλοῖς, ὡς καὶ Νίκανδρος, παρὰ τὸ ἵστασθαι τὰ σώματα τρεφόμενα. ἐν ἄλλῳ, καιρῷ παραλαβών. βέλτιον δὲ, δυσχεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει. οἱ δὲ ἀγοστήσας ὁ ῥυπανθείς· ἀγοστὸς γὰρ ὁ ῥύπος. ἢ ἡσυχάσας, παρὰ τὴν ἀκήν.

507. πεδίοιο] ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ διά, καὶ τὸ κροαίνων οὐκ ἔστιν ἐπιθυμῶν, ὡς Ἀρχίλοχος ἐξέλαβεν, ἀλλʼ ἐπικροτῶν τοῖς ποσὶ διὰ τοῦ πεδίου.

ἄλλως. οἱ νεώτεροι ἐπιθυμεῖν τὸ κροαίνειν, καὶ Ἀρχίλοχος.

508. ποταμοῖο] λείπει ὕδατι· ἢ ποταμὸν εἴρηκε τὸ τοῦ ποταμοῦ ὕδωρ.

509. χαῖται] δοκεῖ ἡ κόμη μεγαλοπρεπείας σἰτία εἶναι τοῖς ἵπποις.

510, 511. *ὁ δʼ ἀγλαΐηφι πεποιθώς] πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ τὸν δὲ ἀγλαΐηφι πεποιθότα.

511. ῥίμφα ἑ γοῦνα φέρει] Ζηνόδοτος ῥίμφʼ ἑὰ γοῦνα φέρει· Ποσειδώνιος δὲ ὁ ἀναγνωστὴς Ἀριστάρχου ἄνευ διαιρέσεως τὸ ε [*](15. πᾶσαι αἱ] αἱ πᾶσαι αἱ tum et in duo divisum, priusin mar- 17. ἐν ἄλλλῳ] Sic infra p. 251, gine sinistro πρὸς τὸ σχῆμα, alterum 18. 255, 16 et alibi. in margine dextro ἀντὶ τοῦ ἀγλαίηφι 18, * ὁ ῥυπανθεὶς] om. πεποιθότα. Recte in unum con- 23. καὶ] ὡς Bekkerus. iunxit Bekkerus, addito ὅτι et τὸν 28. Scholion sine lemmate posi- δέ. Scholion simile est p. 237, 15.)

249
ψιλῶς προφέρεται, παρέλκειν αὐτὸ λέγων ὡς ἐν τῷ “ἠὲ σὺ τόνδε δέδεξο” (Il. 5, 228), καὶ λύεται τὸ σολοικοφανές. ὁ δὲ Ὅμηρος ὑπὸ τῶν γονάτων καὶ ποδῶν φέρεσθαι λέγει· “τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον (II.15, 405).

*ὅτι μετέβη τὴν πτῶσιν. τὸ γὰρ ἑ αὐτὸν σημαίνει.

513. *ὥστʼ ἠλέκτωρ] διασταλτέον ἐπὶ τὸ ἠλέκτωρ· λάμπειν γὰρ αὐτόν φησιν ὡς ἥλιον.

ἠλέκτωρ] ὁ ἥλιος παρὰ τὸ λέχους μὴ μεταλαμβάνειν.

514. πόδες φέρον] ὅτι ὑπὸ τῶν ποδῶν φέρεται, οὐκ αὐτὸς τοὺς πόδας φέρει, πρὸς ἔλεγχον Ζηνοδότου.

518. ἠθεῖʼ] ταῦτά τινες προσαγορευτικά· οὐδέποτε δὲ περί τινος αὐτά φησιν, τέττα φίλου, ἄττα τροφέως, πάππα πατρός, ἠθεῖε ἀδελφοῦ. γέγονε δὲ τὸ ἠθεῖος ἢ παρὰ τὸ θεῖος κατὰ πλεονασμὸν τοῦ η ἠθεῖος,—πλεονάζει γὰρ τὸ η ἐν πολλαῖς λέξεσιν, ὡς μύει ἠμύει “τῷ κε τάχʼ ἠμύσειε πόλις” (Il. 2, 373), πεδανός ἠπεδανός, εὐγενής εὐηγενής “τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι” (Il. 23, 81). βαιός ἠβαιός—ἢ παρὰ τὸ ἔθος ἔθειος ὡς τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος ὀνείδειος, καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ καταβιβασμῷ τοῦ τόνου γίνεται ἠθεῖος· ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθος· ἐκ γὰρ τοῦ θεῖος καὶ ἡ αὐτὴ τάσις σώζεται καὶ ὀλίγα πάθη δίδονται, ἐκ δὲ τοῦ ἔθος καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδονται.

ἠθεῖε] Ἀρίσταρχος προπερισπῷ ὡς οἰκεῖε. καὶ ἴσως παρὰ τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν τοῦ η ἐγένετο, εἰ καὶ νεωτέρου ἐστὶ πρὸς πρεσβύτερον ἀδελφὸν ἔχουσα σεβασμὸν προσφώνησις. οὐκ ἀγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθʼ Ὅμηρον.

*ἦ] τὸ πευστικῶς καὶ ἠθικῶς.

522. *ἀλλ’ ἐπεὶ ἄλκιμός ἐσσι, ἑκὼν μεθίεις.

527. *βραχὺ διασταλτέον ἐπὶ τὸ δώῃ· θεοῖς γὰρ κρητῆρα στή- σασθαι λέγει.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.

[*](5. ὅτι (i. e. ἡ διπλῆ ὅτι) adlidi. 18. ὀνείδειος Bekkerus] ὀνείδιος 12. πάππα] πάπα 20. τάσις Bekkerus] στάσις 16. Post ἀπολέσθαι in A signum 24. τοῦ ῆ Lehrsius] τοῦ θ scholii finiti :—)