Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

77. * πόνος] ὅτι τὸ κατὰ τὸν πόλεμον ἔργον πόνον εἴρηκε πάλιν.

78. ἐγκέκλιται] ἐρήρεισται, ἐκ μεταφορᾶς τῶν καμνόντων ἀρρωστίαις καὶ προσαναπαυομένων ἰσχυροτέροις σώμασιν, ἢ τῶν ζυγοστατουμένων.

ἐγκέκλιται] ἐπίκειται, ἔγκειται, ἐμπέπηκται, ἐν τῇ ὑμετέρᾳ φροντίδι περικέκλεισται ἡ σωτηρία τῶν πραγμάτων.

79. * πᾶσαν ἐπʼ ἰθύν] εἰς πᾶσαν ὁρμήν.

87. *ξυνάγουσα] ὅτι ὁ χρόνος ἐνήλλακται, ἀντὶ τοῦ συνα- γαγοῦσα.

87, 88. συναπτέον τὸ “ἡ δὲ ξυνάγουσα γεραιάς” τῷ “νηὸν [*](3. ἐπιβολὴν Bekk.] ὅτι ἐπιβολήν 30. Eadem fere compendifacta 6. Verba οὕτως Ἀρίσταρχος τεθνη- leguntur in margine interiore, οὕτω ῶτας in margine inter. sunt repetita. συναπτέον—Ἀθηναίης. λιπούσης γὰρ 10. συλήσετε, ὁ Χαῖρις Vill.] —ταῖς γεραιαῖς—τὰς θύρας. ἐὰν δέ— συλήσεται ὄχερις στίχοι, ἡ φράσις σόλοικος :—in for- 18. Ἀριστάρχειον Schmidt. Did. mam crucis redacta ab librario p. 129 (ut ad 8, 503)] ἀρίσταρχος Christiano. 28. ὁ] om.)

230
Ἀθηναίης,” ἵνα διαστέλλωμεν ἐν πόλει ἄκρῃ· λειπούσης γὰρ τῆς εἰς προθέσεως καὶ τοῦ καί συνδέσμον γίνεται ὁ λόγος, ἡ δὲ ξυνά- γουσα τὰς γεραιὰς εἰς τὸν τῆς Ἀθηνᾶς ναὸν, καὶ ἀνοίξασα τὰς θύρας τοῦ ἱεροῦ οἴκου, τὸν πέπλον ἀναθέτω. ἐὰν δὲ συνάπτωνται οἱ δύο στίχοι, νηὸν Ἀθηναίης καὶ οἴξασα κληῖδι θύρας, ἡ φράσις σόλοι- κος, τὸν ναὸν ἀνοίξασα, τὰς θύρας αὐτοῦ.

88. ἐν πόλει ἄκρῃ] διάλυσις ἢ μετατύπωσις ὁ τροπος.

φασὶ δὲ τὸ διοπετὲς ἀνδρὸς δορὰν ἠμφιέσθαι, ἔχειν δὲ στέμματα καὶ ἠλακάτην, ἐν δὲ τῇ κεφαλῇ πόλιν, καὶ ἐν τῇ δεξιᾷ χειρὶ δόρυ.

90. πέπλον, ὄς οἱ] τὴν ὅς ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν.

92. ἐπὶ] ἡ διπλῆ, ὅτι ἀντὶ τῆς παρά, ἵνʼ ᾖ παρὰ γούνασιν· ὀρθὰ γὰρ τὰ Παλλάδια κατεσκεύασται. καὶ ἔστιν ὅμοιον τῷ “ἡ μὲν ἐπʼ ἐσχάρῃ” (Od. 6, 52) ἀντὶ τοῦ παῤ ἐσχάρῃ· ἡ γὰρ ἐπί τὴν ἐπάνω σχέσιν σημαίνει. διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν.

96. *αἴ κεν] Ἀρίσταρχος ὥς κεν Τυδέος.

*Ἰλίου ἱρῆς] ὅτι θηλυκῶς τὴν Ἴλιον.

97. τινὲς οὕτως διεῖλον, ἄγριον, εἶτα αἰχμητὴν κρατερόν, εἶτα μήστωρα φόβοιο. Ἀπολλόδωρος δὲ διχῶς, ἄγριον αἰχμητὴν, εἶτα κρατερὸν μήστωρα φόβοιο, ἵνα ᾖ ἰσχυρὸν ἐν τῷ μήσασθαι φυγὴν τοῖς πολεμίοις· εἰ μέντοι βούλοιντό τινες ταῦτα συνάψαι, ἴστωσαν ὅτι λείψουσι σύνδεσμοι.

*φόβοιο] ὅτι ἀντὶ τοῦ φυγῆς.

109. ἤτοι στικτέον ἐπὶ τὸ κατελθέμεν, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς λέγηται τὸ ὡς ἐλέλιχθεν ἀντὶ τοῦ οὕτως ἐλέλιχθεν· ἢ συναπτέον, ἵνʼ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτε. βέλτιον δὲ τὸ πρότερον.