Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

112. ὅτι Ζηνόδοτος γράφει “ἀνέρες ἔστε θοοὶ, καὶ ἀμύνετον ἄστεϊ λώβην.” συγχεῖται δὲ τὸ δυϊκὸν πρὸς πολλοὺς λεγόμενον.

113. *διχῶς Ἀρίσταρχος, καὶ διὰ τοῦ κε, ὄφρα κʼ ἐγώ, καὶ διὰ τοῦ ἄν.

114. καὶ πῶς οὐδὲν εἶπε τοῖς βουλευταῖς, ἀλλὰ ταῖς γυναιξίν; νοητέον οὖν ἤτοι κατὰ τὸ σιωπώμενον κἀκείνοις αὐτὸν εἰρηκέναι, ἢ ὡς. ἐπὶ στρατείας καὶ παρατάξεως τοῦ πρέποντος χάριν τοῦτο προστε- θεικέναι.

[*](6. αὐτοῦ] αυτ A. 8. *ἔχειν] om. 24. τὸ] τῷ 26. ὅτε] σ.)
231

117. ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπιδες ἕως σφυρῶν καὶ αὐχένος καλύπτουσαι.

119. Γλαῦκος δʼ] ὅτι μετατιθέασί τινες ἀλλαχόσε ταύτην τὴν σύστασιν.

121. ἰόντες] Ζηνόδοτος καὶ Ἀριστοφάνης δυϊκῶς ἰόντε. ἐν δὲ τοῖς ἔμπροσθεν εἰρήκαμεν Ἀριστάρχου εἶναι τὴν δυϊκὴν γραφήν.

123. ὅτι οὐ καθόλου τὴν ἀχλὺν ἀφῃρέθη πρὸς τῆς Ἀθηνᾶς.

128. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανὸν εἰλήλουθας] οὕτως Ἀρίσταρχος, οἷον καταβέβηκας τὸν οὐρανόν. διὸ διὰ τοῦ ν γράφει, κατʼ οὐρανόν.

*συναπτέον ὅλον τὸν στίχον.

131. θεοῖσιν] σημειοῦνταί τινες ὅτι ὡς περὶ θεοῦ τοῦ Διονύσου διαλέγεται. ὁμώνυμος δὲ οὗτος ὁ Λυκοῦργος ἐκείνῳ “τὸν Λυκοῦργος ἔπεφνεν” (Il. 7, 142) καὶ ὁ Δρύας δὲ τῷ Λαπίθῃ (Il. 1, 263).

Διόνυσος ὁ Διὸς καὶ Σεμέλης παῖς ἐν Κυβέλοις τῆς Φρυγίας ὑπὸ τῆς Ῥέας τυχὼν καθαρμῶν, καὶ διαθεὶς τὰς τελετὰς, καὶ λαβὼν πᾶσαν παρὰ τῆς θεᾶς τὴν διασκευὴν, ἀνὰ πᾶσαν ἐφέρετο τὴν γῆν, χορειῶν τε καὶ τιμῶν τυγχάνων προηγεῖτο πάντων ἀνθρώπων. παραγενό- μενον δὲ αὐτὸν εἰς τὴν Θρᾴκην Λυκοῦργος ὁ Δρύαντος λυπήσας Ἥρας μίσει, μύωπι ἀπελαύνει αὐτὸν τῆς γῆς καὶ καθάπτεται αὐτοῦ καὶ τῶν τιθηνῶν· ἐτύγχανον γὰρ αὐτῷ συνοργιάζουσαι. θεηλάτῳ δὲ ἐλαυνόμενος μάστιγι τὸν θεὸν ἔσπευδε τιμωρήσασθαι ὁ δὲ ὑπὸ δέους εἰς τὴν θάλασσαν καταδύνει, καὶ ὑπὸ Θέτιδος ὑπολαμβάνεται καὶ Εὐρυνόμης. ὁ οὖν Λυκοῦργος οὐκ ἀμισθὶ δυσσεβήσας ἔδωκε τὴν ἐξ ἀνθρώπων δίκην· ἀφῃρέθη γὰρ πρὸς τοῦ Διὸς τὸν ὀφθαλμόν. τῆς ἱστορίας πολλοὶ ἐμνήσθησαν, προηγουμένως δὲ ὁ τὴν Εὐρώπειαν πεποιηκὼς Εὔμηλος.

132. μαινομένοιο] ἤτοι μανιοποιοῦ, βακχείας παρασκευαστικοῦ, ἢ βακχεντοῦ.

133. Νυσήϊον] τὴν λεγομένην Νῦσαν. ὅρος δὲ λέγει τῆς Θρᾴκης [*](6. Ἀριστάρχου] καὶ Ἀριστάρχου 26. *καθάπτεται —τιθηνῶν] κα- Duentzer. Ζenod. p, 68. θάπτει αὐτὸν τῶν τούτου τιθηνῶν 7. ὅτι om. et τῆς θεοῦ praebet 24. ἀμισθὶ] ἀμισθεῖ pro Ἀθηνᾶς. Recte margo in- 26. Εὐρώπειαν] εὐρωπίαν: v. Thes. terior. vol. 3 p. 2437. 8. οὐρανὸν] οὐρανοῦ 30. Νῦσαν] νύσαν hic et infra. 18. *χορειῶν τε καὶ] χορεύων καὶ)

232
ἐν ἄλλῳ ἡ Νύσα ἐν μέν τισι χώραις ὄρος, ὡς ἐν Βοιωτίᾳ καὶ Θρᾴκῃ καὶ Ἀραβίᾳ καὶ Ἰνδικῇ καὶ Λιβύῃ καὶ Νάξῳ, ὅπου δὲ πόλις, ὡς ἐν Καρίᾳ καὶ ἐν τῷ Καυκασίῳ ὄρει, ὅπου δὲ νῆσος, ὡς ἐν τῷ Νείλῳ ποταμῷ. οὐ δεδήλωκε δὲ ὁ ποιητὴς ἐν ποίᾳ Νύσῃ τὰ περὶ τὴν Λυκούργου δίωξιν ἐγένετο.