Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

43. ἐπὶ στόμα] ἡ διπλῆ, ὅτι ἐξηγήσατο τί ἐστι τὸ πρηνής, ὡς “μῆλ᾿, ὄϊές τε καὶ αἶγες” (Od. 9, 184). στόμα τὸ πρόσωπον· οὕτως Λάκωνες.

45. γούνων] ὡς ἀσθενούσης κατʼ ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς.

50. *πεπύθοιτʼ] πρὸς τὸν ἀναδιπλασιασμὸν, ὅτι ὡς λελάχωσιν, ἀντὶ τοῦ πύθοιτο.

54. *ἀντίος] οὕτως Ἀρίσταρχος διὰ τοῦ σ, ἄλλοι δὲ διὰ τοῦ ν.

56. *ὁ ἦ περισπᾶται· διαπορητικὸς γάρ.

59. *ὑποστικτέον ἐπὶ τὸ φέροι, ἵνα στίζωμεν ἐπὶ τὸ ἡμε- τέρας.

[*](3. *ἀπογνόντος] ταπεινοῦντος καὶ ἀττύζω. Correxi ex Etym. M. 5. *καὶ μέλλοντος] καὶ om. p. 168, Eust. p. 623, 34, Philemone 10. *σπάνει] σπάνῃ p. 278. 22. *ἀτῶ—ἀτύζω] ἄτω ἄττω ἀττύω)
229

61. *παρέπεισεν] γράφεται ἔτρεψεν.

64. *πρὸς τὴν ἐπανάληψιν.

68. * ἐπιβαλλόμενος] ἐπιβολὴν ποιούμενος εἰς ἀναίρεσιν.

*βραχὺ διασταλτέον ἐπὶ τὸ ἐπιβαλλόμενος, πρὸς τὸ σαφέ- στερον.

71. νεκροὺς ἀμπεδίον συλήσετε τεθνηῶτας] οὕτως Ἀρίσταρχος. ὁ δὲ Ζηνόδοτος “Τρώων ἀμπεδίον συλήσομεν ἔντεα νεκρούς.” Ἀθηνοκλέους δὲ ἐν τῷ περὶ Ὁμήρου παρατηρήσαντος ὅτι τῷ μὲν καμάτῳ καὶ ἑαυτὸν ὁ Νέστωρ ὑποβάλλει, λέγων κτείνωμεν, τὸ δὲ κέρδος ἴδιον ποιεῖται τῶν στρατιωτῶν ἐν τῷ συλήσετε, ὁ Χαῖρις Ὁμηρικὸν εἶναί φησι τὸν τῆς ἑρμηνείας χαρακτῆρα, ὡς ἐν τούτοις “ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ, σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·” ἔδει γὰρ δέδμηνται ὡς πείθονται, ἢ ἀνάπαλιν· καὶ πάλιν “ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες.” “νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατόν ” καὶ ἀλλαχοῦ· οὐδὲ γὰρ ἄλλως ἀκμάζει ὁ Νέστωρ, ἀλλʼ ὑπὸ γήρως ἔοικεν ἀπειρηκέναι. ταῦτα ὁ Δίδυμος.

76. οἰωνοπόλων ὄχʼ ἄριστος] Ἀμμώνιος ὡς Ἀριστάρχειον προ- φέρεται καὶ ταύτην τὴν γραφήν “μάντις τʼ οἰωνοπόλος τε.” ἔργον δὲ τὸ σαφὲς εἰπεῖν· διὸ διχῶς.