Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

242. ἀλλʼ ὅτε δῆ] τὸ ἑξῆς, ἀλλʼ ὅτε δὴ Πριάμοιο, (251) ἔνθα οἱ ἠπιόδωρος· τὰ δὲ λοιπὰ ὡς διὰ μέσου λεγόμενα διορθωτέον.

[*](5. δώσει Bekkerus] δάδει 27. πόλει μὲν ἄρχων] πόλεως μέν 15. Addidi ὅτι, ut Bekkerus fecit ἀρχῷ Herwerdenus. in scholio simillimo p. 248, 28. οὐκ ἔτῃ ex Eustathio p. 641, 60] 26. *οὔτʼ ἔτης ex Eustathio] οὐκέτι 28. πρέπων ex Eustathio] πρέπον οὐτέτις)
238

243. ξεστῇς αἰθούσῃσι] στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ του ἡλίου, ἢ αἰθούσαις διὰ τὸ αἴθεσθαι ἐν αὐταις φῶς τοῦ χειμῶνος, ἡ διὰ τὴν τοῦ ἡλίου βολήν.

244. ἔνεσαν] ὡς ἔλεξαν. οὕτως καὶ Ἀρίσταρχος· ἀληθὲς γάρ ἐστιν ὡς πᾶς παρῳχημένος δισύλλαβος, παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος, ἀναδίδωσι τὸν τόνον, κατεῖχε κάτεχε. οὕτως οὖν ἀνέγνωμεν “ἥμενον εἰσεῖδε” (ll. 14, 158) προπερισπω- μένως, τὸ δὲ ἕτερον “τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην” (Od. 1, 118) προπαροξυτόνως.

246. *παρὰ μνηστῇς ἀλόχοισι] ἐν ἄλλῳ παῤ αἰδοίῃς ἀλό- χοισι.

248. * τέγεοι ὡς τέλεοι· τέγος γὰρ ὡς τέλος, καὶ τέγειος ὡς τέλειος.

δώδεκʼ ἔσαν τέγεοι θάλαμοι] ὅτι ὑπερῷοι ἦσαν, διὸ τέγεοι, ἵνα μὴ διοδεύωνται. ἐπιμελῶς δὲ Ὅμηρος καὶ διὰ τὴς Ἰλιάδος καὶ διὰ τῆς Ὀδυσσείας τοὺς γυναικείους θαλάμους ὑπερῴους συνίστησιν.

*παῤ αἰδοίῃσʼ ἀλόχοισιν] οὕτως Ἀρίσταρχος, παῤ αἰδοίῃσ᾿.

*ἐν ἄλλῳ παρὰ μνηστῇσ᾿ ἀλόχοισι.

251. ἠπιοδωρος] δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία, ὅτι κλαυθμυριζομένοις τοῖς παισὶ τὸν μαζὸν προτείνει.

252. * ὅτι πρὸς Λαοδίκην πορευομένη. “εἰς Ἀγαμέμνονα” (Il. 7,312).

255. δυσώνυμοι] οὐδὲ γὰρ ὄνομα αὐτῶν ὀνομάζειν θέλει, ὡς καὶ ἡ Πηνελόπη “κακοΐλιον οὐκ ὀνομαστήν” φησιν (Od. 19, 260).

257. * ἄκρης πόλιος] ὅτι διαλελυμένως ἄκρην πόλιν εἶπε τὴν ἀκρόπολιν.

260. δὲ κʼ αὐτός] τοῦτο διχῶς ἀναγινώσκεται. ὅσοι γὰρ ἡγοῦνται ἐγκεῖσθαι τὸν κε ἐγκλιτικὸν, ῥωννύουσι τοῦ δέ τὴν ὀξεῖαν, ὡς καὶ ὁ Ἀσκαλωνίτης· οὕτως γὰρ καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (3, 255) ἀνα- γινώσκει “ἤτοι μὲν τόδε κʼ αὐτὸς ὀΐεαι.” ὅσοι δὲ τὸν καί κατὰ κρᾶσιν καὶ ἔκθλιψιν, καὶ αὐτός—καὐτός, ἐγκλίνουσι τὸν δέ.

*τὸ δὲ καὐτός διχῶς, καὶ βαρέως καὶ ὀξέως.

[*](15. διοδεύωνται] διοπτεύωνται 24. *φησὶν] on. 27. Conf. schol. ad 20, 311. Lehrsius. 21. In textu ἐσἄγουσα, i. e. ἐς 30. μὲν] μέντοι ἄγουσα, ut legit Aristarchus. 32. δε addidit Cobetus. 23. ὡς] om. διχῶς] Ι.e. δὲ vel δέ)
239

*ὅτι τὸ πλῆρές ἐστι κε αὐτός. Ὁμηρικὸν δὲ τὸ τὸν κε περιττὸν εἶναι.

261. μένος] ἡ προθυμία, παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προθυ- μοῦμαι, ὅθεν παρακείμενος μέμακα, μετοχὴ μεμακώς, ἐνδείᾳ τοῦ κ μεμαώς· “μεμαὼς πόλιν ἐξαλαπάξαι” (Il. 4, 40). μέσος παρακείμενος οὕτως μέμονα ὁ παρακείμενος. καὶ ὡς φθείρω φθαρτός, οὕτω μένω μάτος, καὶ αὐτόματος ἐν συνθέσει.

262. * ὅτι ἄκρως Δώριον τὸ τύνη.

264. * ἄειρε] ἀντὶ τοῦ πρόσφερε, δίδου.

265. μή μʼ ἀπογυιώσῃς] ἡ διπλῆ πρὸς τὸ δοκοῦν μάχεσθαι· ἡ γὰρ Ἑκάβη λέγει “μένος μέγα οἶνος ἀέξει,” ὁ δὲ Ἕκτωρ “μή μʼ ἀπογυιώσῃς.” ἔστι δὲ διάφορα τὰ λέγοντα πρόσωπα, καὶ ἑκάτερον πρός τι εἴρηται.

266. *ἀνίπτοισιν] οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. Ζηνόδοτος διὰ τοῦ η ἀνίπτῃσιν.

*ὅτι Ζηνόδοτος γράφει ἀνίπτῃσιν. οὐκ ἔστι δὲ ἡ εὐθεῖα ἀνίπτη.

269. εὐχετάασθαι] Ἀρίσταρχος τὸ δεύτερον ἄλφα συστέλλει, καὶ ὁ Ἀσκαλωνίτης· ἄλλοι δὲ ἐκτείνουσιν, οὐχ ὑγιῶς. ὅσα γὰρ εἰς δῶι λήγει ἀπαρέμφατα μὴ κατʼ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλους βραχύνεσθαι, λέγεσθαι τίθεσθαι ἵστασθαι κίχρασθαι πίμπρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακρὰν, προπερισπᾶσθαι θέλει, νικᾶσθαι φιλεῖσθαι· τὰ γὰρ τοιαῦτα δίζησθαι φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι πάντως καὶ προπερισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην. οὕτως οὖν πάντα τὰ τοιαῦτα ἀναγνωστέον “ἀλλ᾿ ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα” (Od. 16, 316)· “ἐν μεγάροισι δʼ ἕκητι σέθεν κακὰ μηχανάασθαι” (Od. 3, 213)· ἄλλοτε μέν σε καὶ αἰτιάασθαι [*](1. κε—κε Friedl.] καὶ—καὶ Quaest. Herod. p. 13 et La Roche 13. πρός τι ἔχοντα] Addit ἔχοντα, Textkr p. 128, 388. sed punctis notatum. 16. ὅτι] Praefixa est διπλῆ περι- 14. καὶ Ἡρωδιανὸς] ὁ δὲ Ἡρωδιανὸς ἐστιγμένη. Villoisonus et Bekkerus, qui non ἀνίττη] Sic A, non ἀνίπτης, ut animadverterant post Ἡρωδιανός VilI. excidisse Ζηνόδοτος δέ, quod addidi: 18. ὑγιῶς] ὑγειῶς v. Schmidt. Did. p. 129. Hiller.)

240
ἄνωγα” (ll. 10, 120)· “καὶ ἑδριάασθαι ἄνωγον” (Od. 3, 35). “μήτε μνάασθαι ἄκοιτιν” (Od. 1, 39).

270. *γεραιάς] γρ. καὶ γεραίρας.

273. *ἐπὶ γούνασιν] ὅτι πάλιν ἀντὶ τοῦ παρὰ γούνασιν.

277. * Ἰλίου ἱρῆς] ὅτι θηλυκῶς τὴν Ἴλιον.

278. *φόβοιο] ὅτι πάλιν φόβον τὴν φυγήν.