Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

280. Πάριν μετελεύσομαι] ἵνα μὴ διʼ Ἀνδρομάχην δοκῇ τῆς μητρὸς ὑπεξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα προκρίνει τῶν ἡδέων.

282. γαῖα χάνοι] διασταίη ἡ γῆ, ὥστε χάσματος γενομένου καταποθῆναι. ἢ καταπίοι ἡ γῆ.

284. ὅτι τὸ σημαινόμενον, εἰ ἐκεῖνον ἴδοιμι τετελευτηκότα, δόξαιμι ἂν ἐκλελῆσθαι τῆς κακοπαθείας καὶ χωρὶς αὐτῆς γεγονέναι. ἔνιοι δὲ ἀγνοήσαντες γράφουσιν ἀτέρπου.

285. *Ζηνόδοτος φίλον ἦτορ.

288. κατεβήσετο] superscriptum κατεβήσατο.

*ἐν ταῖς Ἀριστάρχου φέρεται καὶ ἑτέρως, ἡ δʼ εἰς οἶκον ἰοῦσα παρίστατο φωριαμοῖσιν.

289. ἔσαν οἱ] ὅτι ἐγκεκλιμένως ἀναγνωστέον οὕτως δύο τόνοις, καίτοι πυρριχιακῆς οὔσης τῆς λέξεως, ἵνα μὴ ἄρθρον νοηθῇ τὸ οι, ἀλλʼ ἀντωνυμία.

291. ἤγαγε Σιδονίηθεν] δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοινίκης καὶ Αἰγύπτου ἦλθεν, ὡς καὶ οἱ Ἀργοναῦται διὰ τοῦ Ἴστρου. τῆς περιεργασίας δὲ Ἀλεξάνδρου τὸ μὴ μόνον ὠνήσασθαι πέπλους, ἀλλὰ καὶ πρίασθαι τὰς ἐργαζομένας.

*ὅτι ἀπὸ μιᾶς πόλεως τῆς Σιδῶνος τὴν Φοινίκην σημαίνει.

292. ἀνήγαγεν] ὅτι τὸν ἐκ Πελοποννήσου ἐπὶ Ἴλιον πλοῦν ἀναγω- γὴν λέγει.

299. * βραχὺ διασταλτέον ἐπὶ τὸ Κισσηΐς.

303. * ἐπὶ γούνασιν] ὅτι πάλιν παρὰ γούνασιν.

305. ἐρυσίπτολι] πλεονασμὸς τοῦ ε· οἱ δὲ παρὰ Καλλιμάχῳ τὸν οὐκ ἀγαθὸν ἐρυσίπτολιν. ἄλλως ἡ ποιοῦσα ἐριπεῖν τὰς πόλεις. [*](4. παρὰ γούνασιν (ut ad v. 303)] δέξασθαι 12. αὐτῆς Bekkerus] αὐτʼ παραγεγόνασιν 7. ἴνα—ήδέων] Haec verbm sine 18. ὅτι—] Haec observatio re- lemmate in fine scholii proximi in petitur in scholio Odyss. 15, 105 A leguntur. ad verba ἔνθ᾿ ἔσάν οἱ—. δοκῇ— ὑπεξίστασθαι] δοκεῖ — 23. *μόνον] om.)

241
ἄμεινον δὲ ῥυσίπτολι, καὶ οἰκεῖον ταῖς περὶ σωτηρίαν εὐχομέναις τῆς πόλεως. καὶ ἀλλαχοῦ “ Ἀθηναίῃ ληΐτιδι” (Il. 10, 460).

311. ὣς ἔφατʼ εὐχομένη] ἀθετεῖται, ὅτι πρὸς οὐδὲν τὸ ἐπιφώνημα καὶ οὐκ εἰθισμένον· κατὰ μὲν γὰρ τὸ ἐναντίον ὁ Ζεὺς ἐπιβεβαιοῖ κατανεύων· καὶ ἐξῆς δʼ ἐπιλεγομένου “ὣς αἱ μέν ῥ’ εὔχοντο” σαφῶς γίνεται περισσὸς ὁ στίχος. γελοία δὲ καὶ ἡ ἀνανεύουσα Ἀθηνᾶ.

317. *πόλει ἄκρῃ] οτι πάλιν διῃρημένως εἴρηκεν.

319. *ὅτι ὑφ᾿ ἓν ἑνδεκάπηχυ ἀναγνωστέον· τὸ γὰρ διπλάσιον δυωκαιεικοσίπηχυ (ll. 15, 677).

οἱ μὲν διαιροῦσιν, ἔχεν, εἶτα δεκάπηχυ· οἱ δὲ ἑνδεκάπηχυ. ὁ μὲν οὖν Ἀσκαλωνίτης οὐδεμίαν προκρίνει· οἱ δὲ περὶ Ἡρακλέωνα καὶ Ἀλεξίωνα πιθανωτέραν ἠγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ διαστολὴν, ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο συμβληθέντα καὶ κολληθέντα, λέγεται δυωκαιεικοσίπηχυ.

320. πόρκης] ὁ κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος, διὰ τὸ πείρειν τὸ δόρυ διʼ αὐτοῦ.

322. βραχὺ διασταλτέον ἐπὶ τὸ θώρηκα· πρεπωδέστερον γὰρ ἐπὶ τοῦ τόξου τὸ ἁφόωντα.

325. τὸν δʼ ‘Εκτωρ νείκεσσεν] ὅτι κυκλικῶς κατακέχρηται· οὐδὲν γὰρ λέγεται ἐπιπληκτικόν.

326. ὅτι ἄπορον ποῖον χόλον. λύοιτο δʼ ἂν ἐξ ὑποθέσεως. μήποτʼ οὖν ἀκούων τοὺς Τρῶας καταρᾶσθαι αὐτῷ ἐχολοῦτο· ἀμείβεται γοῦν “οὔτοι ἐγὼ τόσσον χόλῳ οὐδὲ νεμέσσει” (335).

330. * εἴ τινά που] Ἀρίσταρχος ὅν τινά που.

331. *πυρὸς δηίοιο θέρηται] ὅτι ἐλλείπει ἡ ὑπό πρόθεσις, ὑπὸ πυρός.