Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

194. τέμενος τάμον] ἡ διπλῆ, ὅτι παρετυμολογεῖ τὸ τέμενος ἀπὸ τοῦ τεμεῖν καὶ ἀφορίσαι.

195. *γράφεται ὄφρα νέμοιτο.

[*](1. ἔχειν τὸ δῖα] γράφουσι Διάν- Quod usitatum scholiastis adiec- τεια, κακῶς· ἀγνοοῦσι γὰρ ὅτι τὸ δῖα tivum est. addit Cobetus. Paulo aliter Lehr- 20. Post haec scholion excidisse sius Herod. p. 236. videtur Aristonici de Aristarchi 3. τοῦ Friedl.] τοῖς scriptura μαχήσατο pro μαχέσσατο: 5. ξέσαι] ξύσαι Cobetus. quod colligi potest ex scholio ad 12. ὅτι ἐπίφορος] τὸ ἐπιφερόμενον 2, 198. in marg. inter. ubi hoc scholion ἀνερχομένῳ A in textu. Ari- repetitur. ὅτι εὐεπίφορος Cobetus. starcho ἀπερχομένῳ tribuit Townl.)
236

198. Λαοδαμείῃ μέν] ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.

199. ὅτι καθʼ Ὄμηρον Σαρπηδὼν υἱὸς Εὐρώπης οὐκ ἔστιν, οὐδʼ ἀδελφὸς Μίνωος, ὡς οἱ νεώτεροι· καὶ γὰρ οἱ χρόνοι εὔδηλοι.

200. ὅτι παρετυμολογεῖ τὸ ἀλήϊον ἀπὸ τῆς γενομένης ἐν αὐτῷ τοῦ Βελλεροφόντου πλάνης. τὸ δὲ ἀλήϊον οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι· βέλτιον δὲ τὸ πρότερον.

202. πάτον] ὡς λόγον· τὰ γὰρ εἰς τος λήγοντα δισύλλαβα, βραχείᾳ παραληγόμενα, μονογενῆ βαρύνεται, κρότος κότος μίτος νότος πότος. οὕτως ἄρα καὶ πάτος. δοκεῖ ἀντικεῖσθαι τὸ στρατός· τὸ γὰρ βροτός κατὰ δύο τρόπους ἀποφεύγει, ὅτι καὶ κοινὸν καὶ ἔχει ἀντέμφασιν.

203. *ἔκτα] ἀποκοπὴ τοῦ “ἔκτανʼ ἐπὶ προμάχων” (Il. 18, 456).

210. ὅτι οἱ μὲν ἥρωες Ἔφυραν παράγονται λέγοντες, αὐτὸς δὲ Κόρινθον λέγει τὴν πόλιν.

211. αἵματος] σπέρματος· τὸ γὰρ αἷμα εἰς θορὸν μεταβάλλεται. οἱ γοῦν συνεχῶς ἀφροδισιάζοντες τὸ τελευταῖον αἷμα φέρουσιν· τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες τὸ ἀμετάβλητον ἐξέλκουσιν.

213. ἔγχος μὲν κατέπηξεν] γραφικῶς ἔχει καὶ τοῦτο. ἵνα δὲ μηκέτι πόλεμος εἶναι δοκῇ, καταπήγνυσι τὸ ἔγχος ὁ Διομήδης.

217. *ξείνισεν ἐν μεγάροισι] γρ. ξείνισʼ ἐνὶ μεγάροισι.

218. *ὅτι περιττὸς ὁ καί σύνδεσμος.

219. Οἰνεὺς μὲν] σημειοῦνταί τινες ὅτι πρὸς τὸ πρῶτον ἀπήντηκεν.

226. στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. ἀμφίβολον δὲ τὸ λεγόμενον. ἤτοι γὰρ ἀλλήλων παρακελεύεται φείσασθαι τόν τε Διομήδη καὶ τὸν Γλαῦκον, καὶ πάλιν ἀλλήλων τὰ πλήθη τοὺς Λυκίους καὶ τοὺς Ἀργείους, ἵνʼ ὥσπερ σπονδὰς ἔχωσιν οὗτοι οἱ βασιλεῖς καὶ τὰ πλήθη· ἢ καὶ ἐναλλὰξ, καὶ οἱ βασιλεῖς τῶν πληθῶν καὶ τὰ πλήθη τῶν βασιλέων, ὡς δὲ συντομώτερον εἰπεῖν, πάντες πάντων, Διομήδης Γλαῦκος, Ἀργεῖοι Λύκιοι. μειοῦνται γὰρ αἱ τῆς φιλίας συνθῆκαι, εἰ μόνοι οἱ βασιλεῖς ἀλλήλων ἀφέξονται.

*οὕτως Ἀρίσταρχος ἀλλήλων. Ζηνοδότειος δέ ἐστιν ἡ ἀλλή- λους.

*ἀλεώμεθα] ἀντὶ τοῦ φειδώμεθα.

[*](32. Ἀρίσταρχος addidit Cobetus. Ζenodotus ἔγχεσι δʼ ἀλλήλους. In Aristarchus legit ἔγχεσι δʼ ἀλλήλων, textu ἔγχεα, superscripto σι)
237

227. πολλοὶ μὲν γὰρ] οἷον οὐκ ἐπείγει πρὸς ἀλλήλους ἡμᾶς ἀμφοτέρους μάχεσθαι.

229. δύνηαι] ὡς λέγηαι καὶ φέρηαι· “σὺ δέ κεν κακὸν οἶτον ὄληα” (Il. 3, 417). Τυραννίων δὲ προπερισπᾶ· καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶμαι. ἀλλʼ εἰ ἅπαξ ἐστὶ τὸ ὁριστικὸν κατὰ χρῆσιν, δύναμαι δύνασαι, καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰς μι, ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτακτικά. οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ ἄλλοι.

236. ἑκατόμβοι] ἑκατὸν βοῶν ἄξια· οὐ γὰρ νομίσμασιν· ὅθεν καὶ ἀλφεσίβοιαι. οἱ δὲ παρʼ Ἀθηνάιοις νόμισμα ἔχον βοῦν. ἐννεαβοίων] ἐννήα βοῶν· κεκώλυται δὲ ὑπὸ τοῦ μέτρου εἰπεῖν δεκαβοίων.

237. Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν] ὅτι τὰς Σκαιὰς ὀνομα- τικῶς Δαρδανίας λέγει.

239. πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ περὶ παίδων καὶ κασιγνήτων ἐρωτῶσαι.

ἔτας τε] ὁ Ἀσκαλωνίτης ψιλοῖ ἐφʼ οὗ ἂν τάσσηται, φησὶ, σημαι- νομένου. πολλὰ γὰρ ἡ λέξις σημαίνει. εἰ δὲ καὶ ἐπὶ τῶν ἑταίρων, φησί, πάλιν ψιλωτέον, ἐπεὶ συγκοπὴ ἐγένετο ὡς ἀπὸ τοῦ ἥλατο ἆλτο. πιθανώτερον δέ ἐστι, φησὶν, ἐνθάδε ἀκούειν ἐπὶ τῶν συγγενῶν. Ἀλεξίων δὲ δασύνει. ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περὶ τοῦ πνεύματος ἀπεφήνατο. ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήσασθαι. εἰ ἄδηλόν ἐστι τὸ πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκις ἐκ συναλοιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ ἡ συναλοιφὴ, οὐδέποτε δὲ διὰ δασέος, δῆλον ὅτι διὰ τοῦτο συγκαταθετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι. παρὰ γοῦν Αἰσχύλῳ (fr. 314) οὕτως εὕρομεν “οὔτε δῆμος οὔτʼ ἔτης ἀνήρ” καὶ παῤ Εὐριπίδῃ (fr. 1003) τὸ “πόλει μὲν ἄρχων, φωτὶ δʼ οὐκ ἔτῃ πρέπων.”

241. πάσας ἑξείης] ὅτι ἔν τισι γράφεται πᾶσι μάλʼ ἑξείης, κατὰ τὸ ἑξῆς λέγων τοῖς θεοῖς εὔχεσθαι, ἀλλὰ μὴ κατὰ τὸ τυχόν.