Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

178. ἐπὶ μῆνις] Ἀρίσταρχος παρολκὴν οἴεται τῆς ἐπί, ὁμοίως τῷ ἐπισμυγερῶς (Od. 3, 195) καὶ “βοῶν ἐπιβουκόλος ἀνήρ (ib. 422). ὅταν δὲ παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐξαλλαγὴν τόνου. εἰσὶ δὲ οἱ ἀνεγνώκασιν ὁμοίως τῷ “ἐπεὶ οὔ τοι ἔπι δέος” (Il. 1, 515), ἵνα [*](4. ὅτι καὶ Pluygers. p. 8] καὶ ὅτι marg. inter. scriptum a m. recen- τηλυγέτω] τηλύγετος tiore; ut videtur. 6. ἀμφοτέρους] ἀμφοτέροις 21. τῷ Lehrsius] τὸ 9. Scholion sine lemmate in)

206
τὸ ἵπεστι σημαίνηται. ἄλλοι δὲ ἐπίμηνις, ἓν μέρος λόγου ποιοῦντες. ἄμεινον δὲ τῷ Ἀριστάρχρ συγκατατίθεσθαι.

181. *Ἀρίσταρχος ιχῶς, καὶ μίν καὶ μέν, Τυδείδῃ μιν ἐγώ.

183. ἀθετεῖται, ὅτι δεξάμενός τις εἰ μή τις θεός ἐστιν ὁ ἐναντιού- μενος, ἐνέγραψεν αὐτόν. οὐ διστάζει δὲ, ἀλλʼ ἐπίσταται σαφῶς ὅτι Διομήδης ἐστί· διὸ λέγει “Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ.”

187. ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν. οὐ γὰρ ἐτράπετο ἄλλῃ τὸ βέλος, ἀλλ᾿ ἔτυχεν αὐτοῦ. οὐ λέγει δὲ ὅτι καθόλου ἀπέτυχεν, ἀλλʼ ὅτι ἐπὶ καίριον τόπον φερόμενον παρέτρεψεν.

188, *καὶ προηκάμην, φησὶ, καὶ ἔτρωσα τὸν ὦμον.

189. *θώρηκος γυάλοιο] ὅτι περιφραστικῶς πάλιν κύτους.

191. ὅτι εὐκρινὲς γίνεται τὸ ἐν τοῖς ἐπάνω (177) ἀμφίβολον, ὅτι συνεργὸν λέγει τῷ πολεμίῳ θεόν.

194. πρωτοπαγεῖς] πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως.

ὅτι Ζηνόδοτος ἠθέτηκεν ὡς ταυτολογοῦντος, πρωτοπαγεῖς νεοτευ- χέες, ἀγνοῶν ὅτι ἐνίοτε παραλλήλως τάσσει τὰς ἰσοδυναμούσας λέξεις.

195. *ὅτι δύο ἵπποις ἐχρῶντο.

196. κρῖ] κριθάς· ἀποκοπὴ τὸ πάθος. εἰδέναι δὲ δεῖ καὶ ζητεῖν πότερον ἐκ τοῦ κρίμνον ἢ ἀπὸ τῆς κριθῆς ἀποκέκοπται τὸ κρῖ· εἰ μὴ γὰρ ἦν τὸ κρῖ οὐδετέρου γένους, οὐκ ἐποιεῖτο τὴν σύνταξιν μετὰ τοῦ λευκόν οὐδετέρου, οἷον κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. καὶ αὐτὸ γὰρ τὸ κρίμνον οὐδετέρου γένους ἐστίν. φαίη τις πρὸς τοῦτο, οὐδὲν μέγα· δύναται γὰρ καὶ ἐπὶ θηλυκοῦ λαμβάνεσθαι, οἷον τὴν κρῖ λευ- κὸν οὖσαν, ἀντὶ τοῦ ὥσπερ τὴν λευκὸν θεὸν, τὴν δοῦλον, ἅπερ εἰσὶν Ἀττικά. κρίμνον δὲ τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς. ἀποδέδεικται οὖν ὅτι τὸ κρῖ ἐκ τοῦ κρίμνον καὶ οὐκ ἐκ τῆς κριθῆς ἐστὶ γεγονός.

ἐρεπτόμενοι] κυρίως ἀπὸ τῆς ἔρας λαμβάνοντες· οὕτω γὰρ δηλοῖ διαιρουμένη ἡ λέξις.

197. *αἰχμητά] ὅτι ἀντὶ τοῦ αἰχμητής, ὡς “αὐτὰρ ὁ αὖτε Θυέστα” (Ιl. 2, 107).

199. *ἐμβεβαῶτα] ἐμβεβηκότα. οὕτως Ἀρίσταρχος.

[*](16. ἠθέτηκεν Heynius] μετέθηκεν 19. δύο] δυσὶν Vill. 26. δοῦλον Bekkerus] δούλων)
207

200. ἀρχεύειν Τρώεσσι] ὅτι οἱ τὴν Ζέλειαν οἰκοῦντες ὑπὸ τὴν Ἴδην καὶ ὑπὸ Πάνδαρον Τρῶες ἐλέγοντο.

202. φορβῆς] ὡς τροφῆς· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ ε παραληγομένων μόνῳ, οἷον στρέφω στροφή, τροπή τροφή ῥοπή σπονδή νομή ὁλκή πλοκή. οὕτως καὶ φορβή. προσέθηκα τῷ ε παραληγομένων μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ παρὰ τὸ πείρω.

203. ἄδδην] Νικίας διὰ δύο δ γράφει διὰ τὸ μέτρον, ὁμοίως τῷ “κύον ἀδδεές” (Il. 21. 481), καὶ ψιλοῖ Ἀρίσταρχος δὲ διʼ ἑνὸς δ καὶ βραχέως καὶ δασέως· τὸ γὰρ α πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται, ὡς τὸ ἀδολέσχης ἀδρανής, μὴ οὕτως δὲ ἔχον δασύνεται “ἅδε δ᾿ Ἕκτορι” (Il. 12, 80) “ἅδος τέ μιν ἵκετο θυμόν” (Il. 11, 88). καὶ τὸ Ἄδωνις δέ τινες δασύνουσι παρὰ τὸ ἥδω. μάχεται τὸ ἀδρά- φαξυς, δεκτικὸν ἔχον τὸ α καὶ δασυνόμενον.

208. * στικτέον μετὰ τὸ βαλών.

*ὅτι τρώσας, καὶ οὐ ῥίψας ἀπλῶς τὸ βέλος.

210. *ὅτι θηλυκῶς τὴν Ἴλιον.

211. ὅτι ἀντὶ τοῦ Τρώων τῶν ὑπὸ τὴν Ἴδην, χαριζόμενος δὲ τῷ Ἕκτορι. τινὲς δὲ ἀγνοοῦντες ὅτι λέγονται καὶ οἱ ὑπὸ Πάνδαρον Τρῶες, μεταγράφουσι “Τρώεσσι φέρων χάριν ἱπποδάμοισιν.”

μετὰ δὲ τὸ Τρώεσσιν ἀναπαύσασθαι δεΐ ἡγούμην τῶν Τρώων χάριν φέρων τῷ Ἕκτορι. τὸ δὲ Τρώεσσιν ἤτοι καθολικῶς, ὡς τὸ “Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν (Il. 6, 1), καὶ τοῖς ὑφ᾿ Ἕκτορι τεταγμένοις, ὡς τὸ “ Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ” (Il. 2, 816)· ἢ καὶ τοῖς Ζελείταις “οἳ δὲ Σέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης, Τρῶες, τῶν αὖτʼ ἤρχε Λυκάονος ἀγλαὸς υἱός” (ib. 824).

212. *εἰ δέ κε νοστήσω] ἀντὶ τοῦ νοστήσαιμι, ὡς “πληθὺν δʼ οὐκ ἂν ἐγὼ ὀνομήνω ” (Il. 2, 488). περιττεύει δὲ καὶ ὁ κε σύν- δεσμος.

[*](9. δ] δδ A. In marg. inter. 24. Ἕκτορι] *Ἕκτορος Ἀρίσταρχος ἄδην, ἄλλοι δὲ ἔδην διὰ 25. * ὡς τὸ] om. 27. *Τρῶες et αὖτʼ et ἀγλαὸς] om. β δδ. 22. μετὰ] ἄλλως praefixum in A. 30. ἐγὼ] ἔγωγ᾿ omisso ὀνομήνω. μετὰ δὲ] *δὲ om. ὁ κε] ὁ καὶ 23. *ὡς τὸ] τὸ om.)
208

215. *εἰ μὴ ἐγὼ τάδε] συναπτέον ὡς ἐν τῇ β΄ “εἰ μὴ ἐγώ σε λαβών (Il. 2, 261).

219. νὼ] τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ τῷ νώ ἐχρήσατο κατʼ αἰτιατικὴν πτῶσιν, ὥσπερ καὶ ἐνθάδε “νὼ ἀναβησόμενοι” (Od. 15, 475). ὁπότε μέντοι γε σὺν τῷ ῑ λέγεται, καὶ ἐπʼ εὐθείας αὐτὸ τάσσει καὶ ἐπʼ αἰτιατικῆς, καὶ προπερισπᾶται· “νῶϊ δʼ ἐγὼ Σθένελος” (Il. 9, 48) καὶ “οὐδʼ ἂν νῶϊ διαδράκοι ἠέλιός περ” (Il. 14, 344). περὶ δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου, διὰ τί οὐ περιεσπάσθη, ἐν τῷ περὶ ἀντωνυμιῶν (p. 110 = 370) δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ῶ λῆγον περισπᾶται· οὕτως γὰρ ἔχει καὶ τὸ σφώ, τασσόμενον καὶ ἐπʼ εὐθείας καὶ ἐπʼ αἰτιατικῆς· καὶ παρʼ αὐτῷ “σφὼ δὲ μάλʼ ἠθέλετον ” (Il. 11, 782) “Ζεὺς σφὼ ἐς Ἴδην” (Il. 15, 146).