Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

222. *ὅτι ἐλλείπει ἡ διά· διὰ πεδίου γάρ.

223. ὅτι τοῦτό ἐστι τὸ “φόβον Ἄρηος φορεούσας ” (Il. 2, 767), τὴν ἐν πολέμῳ φυγήν· καὶ ὅτι τὸ φοβεῖσθαι καὶ φέβεσθαι ἐπὶ τοῦ φεύγειν Ὅμηρος τίθησιν, οὐκ ἐπὶ τοῦ κατὰ ψυχὴν δέους.

224. * ὅτι δύο ἵπποι.

226. σιγαλόεντα] ἤτοι εὐδιάσειστα, ἢ λαμπρὰ καὶ ποικίλα τῇ κατασκευῇ. τὰ μεγάλως καὶ ποικίλως κατεσκευασμένα. τὰ θαυ- μαστὰ καὶ σιωπὴν ἐκ τοῦ θαύματος ἐντιθέντα, οἱονεὶ σιγηλόεντά τινα ὄντα.

227. ἵππων ἀποβήσομαι] Ἀρίσταρχος ἀποβήσομαι δὲ ἵππων ἔφη, οἷον τῆς τῶν ἵππων φροντίδος· ἐπιφέρει γοῦν “ἠὲ σὺ τόνδε δέδεξε,” τὸν Διομήδη. Ζηνοδότειος δὲ ἡ διὰ τοῦ ε ἐπιβήσομαι.

*οὕτως Ἀρίσταρχος ἀποβήσομαι διὰ τοῦ ᾶ. Et supra versum τῆς φροντίδος τῆς περὶ αὐτούς.

228. δέδεξο] ὅτι εἴωθε περιττεύειν τῇ συλλαβῇ, ὡς ἐπὶ τοῦ πεπί- θωνται λελάχωσιν.

230. *ἵππω] ὅτι β΄ ἵπποις ἐχρῶντο· διὸ καὶ δυϊκῶς λέγει.

231. *ταῦτα ἀφ᾿ ἑτέρας ἀρχῆς.

εἰωθότι] οὕτως εἰωθότι καὶ Ἀρίσταρχος καὶ σχεδὸν ἅπαντες· [*](1. συναπτεον] τοῖς ἡγουμένοις Ζenodotus). addit Friedl. 25. Διομήδη] διομή A, et sic 4. *τῷ νώ] om. semper. 5. ἀναβησόμενοι] ἄδησάμενοι Ζηνοδότειος] ζφνοδότιος 12. ἠθέλετον] ἠθέλετ (ἠθελέτην)

209
μᾶλλον γάρ φησιν ὑπὸ τῷ ἐθάδι καὶ συνήθει ἡνιόχῳ οἴσειν τοὺς ἵππους τὸ ἅρμα. καὶ τὴν αἰτίαν ἐπιφέρει “ μὴ τὼ μὲν δήσαντε μα- τήσετον οὐδὲ θέλητον ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντες.” τοιοῦτό ἐστι καὶ τὸ ἐν τῇ Δολωνείᾳ “ἀήθεσσον γὰρ ἔτʼ αὐτόν” (Il. 10, 493). διὰ τοῦτό φασιν ἔνιοι καὶ τὸν Τηλέμαχον τῷ Πεισι- στράτῳ κελεύειν ζεῦξαι τοὺς ἵππους (Od. 15, 46). εἴη δʼ ἂν ὁ τοῦ Αἰνείου ἡνίοχος κατὰ τὸ σιωπώμενον καταβεβηκὼς, καὶ ἔστι παῤ Ὁμήρῳ πολλὰ τοιαῦτα.

233. * ὅτι πεπλεόνακε κατὰ τὸν τόπον τοῦτον τοῖς δυϊκοῖς σχή- μασιν.

237. *τέʼ ἅρματα] τὸ πλῆρές ἐστι τεά· διὸ βαρυτονητέον· ἐπι- φέρει γοῦν “καὶ τεὼ ἵππω.”

238. *δεδέξομαι] ὅτι ἀντὶ τοῦ δέξομαι, ἐπιτηρήσω, ὡς λελάχωσιν ἀντὶ τοῦ λάχωσιν.

241. τοὺς δὲ ἴδε Σθένελος] ὡς ἀπὸ τοῦ δίφρου ὑψηλότερος ὢν ἐθεᾶτο. ἢ ὡς ἀσχολουμένου Διομήδους περὶ τοὺς πολεμίους.

245. ἡ διπλῆ πρὸς τὴν ἰδιότητα τῆς φράσεως· ἀκόλουθον γὰρ ἦν εἰπεῖν τὸν μὲν τόξων εὗ εἰδότα. στικτέον δὲ ἐπὶ τὸ ἔχοντας, ἵνα μὴ σολοικισμὸς γένηται, ἐὰν συνάπτωμεν, λείπει δὲ τὸ ἐστίν. τὸ πέλε- θρον ἔχει πήχεις ξϚ΄ δίμοιρον.

247. *υἱὸς μεγαλήτορος Ἀγχίσαο] ἐν ἄλλῳ υἱὸς μὲν ἀμύ- μονος Ἀγχίσαο.

249. ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων] οὕτως Ἀρίσταρχος ἐφʼ ἵππων, ὡς εἰ ἔλεγεν ἐπʼ Ἀθηνῶν ἀντὶ τοῦ ἐπʼ Ἀθήνας. λέγει γὰρ ἐπιστραφῶμεν ἐπὶ τοὺς ἵππους, καὶ μὴ κινδύνευε πεζὸς πρὸς τὸν ἐφ᾿ ἅρματος ὀχούμενον.

ὅτι Ἀττικῶς ἐξενήνοχεν ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς ἵππους. δοκεῖ δὲ Ζηνόδοτος τοῦτον καὶ τὸν ἐξῆς ἠθετηκέναι.

252. * φόβονδ᾿] ὅτι πάλιν φόβον τὴν φυγὴν εἶκεν.

οὐδὲ σὲ] ὁ Ἀσκαλωνίτης τὸν δέ ὀξύνει, ἵνα ἐγκλιτικῶς ἀναγνῷ. οὐκ ἀναγκαῖον δὲ, ἀλλʼ ὀρθοτονεῖν· καὶ γὰρ δύναται συνδεδέσθαι.

253. γενναῖον] σημειοῦνταί τινες ὅτι οὕτως εἴρηται ἐγγενὲς, [*](4. Δολωνείᾳ] δολωνία 20. ξϚ΄ δίμοιρον] V. Thes. vol. 6 9. δυϊκοῖς compendio expressum, p. 1178. quod fugit Bekkerum. 23. οὕτως Ἀρίσταρχος ἐφʼ ἵππων] 19. συνάπτωμεν, λείπει δὲ Friedl.] Sic etiam in marg. inter. δὲ συνάπτωμεν, λείπει)

210
πάτριον. σημειοῦνται δὲ καὶ τὸ ὀκνείω δʼ ἵππων (255) ἀντὶ τοῦ ὀκνηρῶς ἔχω. τινὲς δὲ ἐπὶ τοῦ φόβου τιθέασι τὸν ὄκνον.

255. *ἀλλὰ καὶ αὕτως] ἀλλὰ καίπερ πεζὸς ὑπάρχων.

256. ἔα] συστέλλεται τὸ α καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲς τοῦ ἐνεστῶτός ἐστιν ἐῶ ἐᾷς ἐᾷ, σὺν τῷ ἱ γραφόμενον, ὡς τιμῶ τιμῷς τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα, οὐ προσγραφομένου τοῦ ι “οὔ μʼ εἴας μακάρεσσι” (819)· καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῆ “τὸν δʼ οὔτι πατὴρ εἴασκε μάχεσθαι” (Il. 20, 408) καὶ “τόνδε δʼ ἔασκεν” (Il. 24, 17). καὶ προστακτικόν “ἀλλ᾿ ἔα ὥς οἱ πρῶτα” (Il. 1, 276). εἰ τοίνυν ἐστὶ τοιοῦτο “τρεῖν μʼ οὐκ ἔα,” μόνον συνε- στάλη τὸ ἄλφα, καὶ ὁ παρατατικός ἐστιν ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ὁ ἐνεστὼς ἀεί ἐστι περισπώμενος καὶ σὺν τῷ ι γραφόμενος, δῆλον ὅτι πολλὰ πάθη· συστολὴ γὰρ τοῦ α, καὶ ἐκβολὴ τοῦ ι, καὶ μετα- βολὴ τοῦ τόνου, εἰ μὴ ἄλλως ἐκδεξαίμεθα, ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολ- λάκις διαλύειν εἰς δύο αα, ν τὸ μὲν πρότερον συνεσταλμένον ἐστὶ, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ῑ γραφόμενον, ὁρᾷς “οὐχ ὁράᾳς οἷος κἀγώ” (Il. 21, 108), καὶ ἐπὶ τοῦ τρίτου “ἰσχανάᾳ δακέειν” (Il. 17, 572) καὶ “ἐκπεράᾳ μέγα λαῖτμα” (Od. 9, 323) “οὐκ ἐάᾳ Κρονίδης” (Il. 8, 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι “ τρεῖν μʼ οὐκ ἔα.” ἔνθεν καὶ συνέσταλται τὸ κ καὶ βεβάρυνται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀποκόπτεσθαι καὶ. ἄλλους χρόνους, ὡς ἔχει τὸ “οὖτα καταὶ λαπάρην” (Il. 6, 54). εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπωμένων ἢ βαρυ- τόνων ἐπὶ τρίτου ἀποκοπὴν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήσει· περὶ γὰρ πάθους διαλαμβάνομεν.

257. *πάλιν αὖτις] ὅτι οὐ τὸ αὐτὸ λέγει διὰ τοῦ πάλιν καὶ αὖτις, ἀλλὰ τὸ μὲν αὖτις ἀντὶ τοῦ πάλιν, τὸ δὲ πάλιν τοπικὸν, ἀντὶ τοῦ εἰς τοὐπίσω.