Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

132. *τήν γʼ οὐτάμεν] Ζηνόδοτος τὴν οὐτάσαι. διχῶς Ἀρί- σταρχος, καὶ οὕτως, τήν γʼ οὐτάμεν, καὶ χωρὶς τοῦ γέ, τὴν οὐτάμεν.

133. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ] ὣς ἄρα φωνήσασʼ supra versum.

136. *ἕλεν μένος] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ περὶ τῆς ὁπλοποιίας διὰ τοῦ χ προφέρεται, ἔχεν μένος.

138. *χραύσῃ] ξύσῃ, ψαύσῃ.

ὑπεράλμενον] Διονύσιος ἀναστρέφει τὴν ὑπέρ. ὁ δὲ Ἀσκαλωνίτης ἓν ἐποίει, ὃ καὶ πιθανώτερον.

140. *ὅτι πρὸς τὸ σημαινόμενον καὶ οὐ πρὸς τὸ ῥητὸν τοῦτο ἐπή- γαγεν.

ἀλλὰ κατὰ σταθμούς] ὅτι σταθμοὺς τὰς κατʼ ἀγρὸν ἐπαύλεις. καὶ ὅτι ἐπὶ τὸ συνώνυμον εἴληφεν· ἄνω γὰρ εἴρηκεν “ εἰροπόκοις ὀΐεσσι,” νῦν δὲ τὰ δʼ ἐρῆμα φοβεῖται.

142. ἐξάλλεται] ἔνιοι τὸ ἐξ ἀντὶ τοῦ ἔξω ἀκούουσιν· ἔξω ὢν βαθέης αὐλῆς ἅλλεται εἰς τὸ ἐντός· ὁ μέντοι Ἀπολλώνιος ἐν τῷ περὶ προθέσεως ἓν λέγει εἶναι τὸ ἐξάλλεται.

145. *ὅτι τὴν πόρρωθεν τρῶσιν βολὴν λέγει.

146. *ὅτι Ζηνόδοτος γράφει τοῦ δʼ ἑτέρου. ὁ δὲ ποιητὴς οὕτως λέγει “ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα” (Il. 1, 197).

κλῆῖδα τὴν κατάκλειδα, παρὰ τὸ κλείεσθαι ὑπʼ αὐτῆς τόν τε αὐχένα καὶ τὸν ὦμον. καὶ Δημοσθένης φησὶ “τὴν κλεῖν κατεαγότα” (de Cor. p. 247, 11).

147. *πρὸς τὴν διαφορὰν τοῦ πλῆξε καὶ ἔβαλεν, ὅτι ἐκ χειρὸς ἐπάταξεν.

148. τοὺς μὲν ἔασʼ] πρὸς τὴν ὁμωνυμίαν· καὶ γὰρ Ἀργείων ἐβασίλευε Πολύϊδος ὁ τὸν Μίνωος ἀνευρὼν παῖδα μάντις. ἡ δὲ ἀνα- φορὰ πρὸς τὸ “Αἴθρη Πιτθῆος θυγάτηρ” (Il. 3, 144).

149. *ὀνειροπόλοιο] ὅτι ὀνειροπόλος ὁ διὰ τῶν ἰδίων ὀνείρων μαν- τενόμενος, οὐχ ὁ ὀνειροκρίτης.

150. τοῖς οὐκ ἐρχομένοις] ἡ διπλῆ πρὸς τὴν ἑρμηνείαν. τὸ δὲ ὅλον, οἷς τισὶ μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρονς. [*](1. *καὶ alterum] om. 3. τήν οὐτάσαι A, non τήν γʼ οὐτάσαι ut Vili. 15. ἐρῆμα] ἐρεῖμα)

205
ἔστι γὰρ τῶν ἀμφιβόλων· ἤτοι γε ἐμαντεύσατο ὡς οὐκ ἐπανερχο- μένοις, ἢ ἐν ἤθει λέλεκται, καὶ οὐ προεῖπε διὰ τῶν ὀνείρων ὅτι ἀναι- ρεθήσονται.

153. * ὅτι καὶ ἐπὶ δύο τὸ τηλυγέτω.

156. ἀμφοτέρω] ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν ἀμφοτέρων. οὕτως δὲ λέγει, ἀμφοτέρους ἀφείλετο τὸν θυμόν· τὸ γὰρ ἀμφοτέρω νῦν ἀμφοτέρους σημαίνει. ὁμοίως δὲ λέγεται κατὰ τὸ ἑνικόν “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. Ι, 299).

158. *χηρωσταί] οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι.

χηρωσταί] ὡς ἀθληταί. οὕτως καὶ ὁ Ἀσκαλωνίτης· τὰ γὰρ εἰς της λήγοντα ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς, φύσει μακρῷ παραληγό- μενα, ὀξύνεται, τορευτής βραβευτής ἀθλητής ποιητής ὀρχηστής χρυ- σωτής. οὕτως οὖν καὶ παρὰ τὸ “ἐεδνώσαιτο θύγατρα” (Od. 2, 53) τὸ ἑεδνωτής, καὶ παρὰ τὸ “χήρωσας δὲ γυναῖκα” (Il. 17, 36) τὸ χηρωστής. μάχεται τὸ κυβερνήτης· τὸ γὰρ ἀήτης ἄλλως γέγονε. τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ (fr. 83.) “στείχων δʼ ἀγρώστην ὄχλον” παρώνυμον.

162. *ὅτι Ζηνόδοτος γράφει βουκόλου ἠὲ βοός. παραλλήλως δὲ τὸ εἶδος τῷ γένει τέταχεν.

164. ἀέκοντας] στέρησίς ἐστι τοῦ ἑκόντα τὸ ἀέκοντα· διὸ δασυν- τέον τὸ ε. πταίει οὖν Νικίας ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ ἀκόνια ἐπεντίθεσθαι τὸ ε, ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλοιφή ἐστι τοῦ ἀέκοντα. διὰ τί δὲ τὸ α ἐψιλώθη ἐν ἑτέροις ἔφαμεν.

169. *εὗρε] πρὸς τὸ ἀσύνδετον.

173. * ἡ διπλῆ, ὅτι τὴν Τρωϊκὴν Λυκίαν λέγει.

177. εἰ μή τις] πρὸς τὸ ἀμφίβολον, εἰ μὴ οὗτος αὐτὸς θεός ἐστιν ὁ ἐναντιούμενος, ἢ εἰ μή τις θεὸς ἐγκοτῶν τοῖς Τρωσὶ τῷ πολεμίῳ ἀρήγει.