Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

103. ἄριστος] ἀντὶ τοῦ ἀριστεύς· Αἴας γὰρ μετʼ Ἀχιλλέα. ἢ διὰ τὴν εὐδαιμονίαν· “ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν” (Il. 6, 98). ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρωθέντα φησὶν ὑπʼ αὐτοῦ.

104. *Ἀρίσταρχος δήθʼ ἀνσχήσεσθαι.

* Ἀρίσταρχος βέλος.

105. *ὅτι τῆς Τρωϊκῆς Λυκίας.

Λυκίηθεν] Λνκίας χώρας, ἧς ἐβασίλευε Σαρπηδών. ἔστι δὲ καὶ ἑτέρα τῆς Τρωάδος πόλις, ἧς ἐβασίλευε Πάνδαρος.

107. *ἐπὶ τὸ ἀναχωρήσας βραχὺ διασταλτέον.

112. * ἐπὶ τὸ στάς βραχὺ διασταλτέον.

113. ἀνηκόντιζε] ἐμφατικὴ ἡ μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος.

116. * ταῦτα τοῖς ἑξῆς βέλτιον προσνέμειν.

118. *δός δέ τε μʼ ἄνδρα ἑλεῖν] οὕτως ἔν τισιν Ἡρωδιανός. ἡ δὲ γραφὴ, τόνδε τέ μʼ ἄνδρα.

ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν] τουτέστι διὰ δόρατος ἀγωνίσασθαι, μὴ τόξοις μακρόθεν, καὶ ὑπʼ ἐμοῦ ἀναιρεθῆναι. ἢ ἐμὲ ποίησον ἐλθεῖν [*](1. τῷ] τὸ 14. * ὑπʼ αὐτοῦ] om. 6. κοιλότητα Bekkerus] ποικιλό- 15. ἂν σχήσεσθαι pro ἀνσχήσεσθαι Bekkerus, recte, nisi diversa for- 8. εὖτ᾿—ἀγκάσσασθαι] Callimachi tasse Ζenodoti scriptura exstitit fragmentum, de quo v. Schneider. ἀσχήσεσθαι: v. La Roche Textkr. ἀγκάσσασθαι Schneiderus] ἀγκά- 16. Ἀρίοταρχος θέλος] Alii igitur σασθαι, ut Eustathius p. 526, 42. aliud quid legerunt. 12. * ἀριστεύς] ἠρίστευεν 25. Ἡρωδιανός. ἡ δὲ γραφὴ] Ἡρω- * ἡ] om. διανὸς δὲ γράφει Cobetus.)

203
πρὸς ἄφεσιν δόρατος, τουτέστι δύνασθαι ἀφεῖναι δόρυ· κάμνει γὰρ ἤδη. ἢ εἰς τὴν ὁρμὴν τοῦ ἐμοῦ ἔγχους ποίησον αὐτὸν ὑπαντῆσαι.

119. * ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται] ἅπτεται γὰρ τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλαυχία.

121. ?? ὣς ἔφατʼ εὐχόμενος] ὅτι κατὰ τὴν ἡμετέραν χρῆσιν νῦν τὸ εὐχόμενος.

122. γυῖα δʼ ἔθηκεν ἐλαφρά] ὁ ἀστερίσκος, ὅτι ἐντεῦθεν μετενή- νεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα ἐπʼ Ὀδυσσέως τρέχοντος (Il. 23. 772).

124. *Τρώεσσι μάχεσθαι] ἀντὶ τοῦ μάχου.

126. Τυδεύς] φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέα τρωθέντα ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι· Ἀμφιάρεων δὲ φονεύσαντα αὐτὸν δοῦναι τὴν κεφαλὴν Τυδεῖ· τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφεῖν τὸν ἐγκέφαλον ὑπὸ θυμοῦ. κατʼ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέρουσαν ἐξ οὐρανοῦ, καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρακαλέσαι κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ Φερεκύδης.

127. ἀχλὺν δʼ αὖ] τὴν ἀορασίαν δή σου τῶν ὀφθαλμῶν ἀφειλό- μην. πῶς οὖν φησὶν ἐν τοῖς ἑξῆς ὅτι ἀγνοεῖ τὸν Γλαῦκον Διομήδης, λέγων “ τίς δὲ σύ ἐσσι φέριστε (Il. 6, 123): καί φαμεν ὅτι πρὸς καιρὸν ἀφῄρηται τὴν ἀχλὺν ὑπὸ τῆς Ἀθηνᾶς, ἵνα τρώσῃ τὴν Ἀφροδί- την καὶ Ἄρεα· τρωθέντων δὲ τούτων πάλιν κατὰ τό σιωπώμενον ἀντ- αποδίδοται ἡ οἰκεία ἀχλύς, διʼ ἣν αἰτίαν ἀγνοεῖ καὶ τὸν Γλαῦκον.