Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

67. κατὰ κύστιν] αἰσχρὸν τὸ τραῦμα τοῦ τῆς πορνείας ναυπηγοῦ. βία δὲ δηλοῦται τῆς πληγῆς· ὀστέοις γὰρ σκέπεται ἡ κύστις ἃ παρ- ῆλθε τὸ δόρυ.

68. * ὅτι καὶ οὗτος ἐπὶ τὴν πληγὴν πέπτωκεν.

69. Πήδαιον] Ἀρίσταρχος ὡς Πήδασον, καὶ ἐπεκράτησεν. καὶ ἴσως ἔχει ἀφορμὴν τοιαύτην, ὡς πολλάκις τὰ τοιαῦτα τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥσπερ ἔχουσι τὸ βέβαιος (παρὰ γὰρ τὸ βέβηκα), ὡς τὸ Φίλαιος, τὸ Νίκαιος, τὸ Τίμαιος. τοιοῦτον οὖν καὶ τὸ Πήδαιος. οὐ γὰρ, ὡς οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον· ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐσχημάτισται.

70. ὅτι βαρβαρικὸν ἔθος τὸ ἐκ πλειόνων γυναικῶν παιδοποιεῖσθαι.

73. ἰνίον] τὸ κοῖλον τοῦ τένοντος. κέκληται δὲ οὕτως διὰ τὸ νευ- ρῶδες εἶναι. ἢ τὸ πλατὺ καὶ παχὺ νεῦρον τὸ καθῆκον ἀπὸ τῆς κεφα- λῆς ἐπὶ τὸν αὐχένα.

75. *ἐν κονίῆς] ἐν ἄλλῳ ἤριπε δʼ ἐξ ὀχέων.

ψυχρὸν] ἤτοι κυρίως διὰ τὸ ψυχρὸν καὶ ἄθερμον εἶναι τὸν σίδηρον, ἢ τὸν τοῦ ψύχους ποιητικὸν, διὰ τὸ ἀποψύχεσθαι τοὺς ἀναιρουμένους ὑπʼ αὐτοῦ· τὸν γοῦη ψυχροποιὸν σίδηρον τοῖς ὀδοῦσιν ἔλαβεν.

76. Εὐαιμονίδης] ψιλοῖ ὁ Ἀσκαλωνίτης, ἵνα κύριον γένηται, ὥσπερ καὶ τὸ Φίλιππος καὶ τὸ Μελάνιππος. ἔστι μὲν οὖν ὃ λέγει πιθανόν (διὰ τοῦτο γοῦν καὶ τὸ Πολύμνια πῆ μὲν ψιλοῦμεν πῆ δὲ δασύνομεν, καὶ τὸ Εὐρύαλος Ἀγχίαλος), οὔ γε μὴν ἀληθές· εὑρέθη γὰρ τὸ Πά- νορμος δασυνόμενον, καὶ Ἔφιππος ὁ κωμικός.

79. * Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός] πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος.

81. τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν ἔξεσεν εἰπὼν, οὐκ ἀπέκοψεν.

83. ἔλλαβε πορφύρεος θάνατος] ὅτι οἱ ἀρχαῖοι κριτικοὶ πορφύ- ρεον θάνατον τὸν τοῦ ἐπὶ στόμα πεπτωκότος ὑπτίου. λέγει δὲ πορ- φύρεον τὸν μέλανα, ἐξ οὗ δηλοῖ τὸν χαλεπόν· “πορφύρεον δʼ ἄρα [*](8. εἰ] ἧ ἀληθές] διηνεκές Lehrsius, qui 12. ἐσχημάτισται] ἐσχηματίσθαι plura de hoc scholio dixit Herod. Vill. p. 227.23. Πολύμνια] πολύμνεια 26. ἐσανάληψιν] Nam praeces- 24. οὔ γε μὴν] Vid. ad p. 180, 15. serat v. 76 Εὐρύπυλος Εὐαιμονίδης.)

202
κῦμα” (Il. 21, 326) ἀναλόγως τῷ “μέλαν δέ ἑ κῦμα κάλυψεν” (Il.

85. ἡ διπλῆ, ὅτι ὡς πρός τινα διαλέγεται μὴ ὑποκειμένου προσώ- που, καὶ ὅτι ἀντὶ τοῦ οὐκ ἄν τις ἔγνω, καὶ χρόνος ἐνήλλακται.

89. *ἐεργμέναι] Ἀρίσταρχος ἐερμέναι.

99. ὅτι τὸ ὅλον κύτος τοῦ θώρακος γύαλον διὰ τὴν κοιλότητα λέγει, οὐ μέρος ὡρισμένον τοῦ θώρακος. τὸ γυαλον ὅταν ἐπίθετον ᾗ, ἀξύνεται· “εὖτʼ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσσασθαι.”

100. ἀντικρύ] ὀξύνεται καὶ ἐκτείνεται· ὅταν δὲ ἔχῃ τὸ σ, συ- στέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ περὶ ἐπιρρήματος ἐροῦμεν.