Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

128. ἠδὲ καὶ ἄνδρα] ὅτι Ζηνόδοτος γράφει μὲν θεὸν ἠδʼ ἄνθρωπον. ἰδίως δὲ εἴρηκεν ἄνδρα διὰ τὸ καὶ ἄνδρας πολεμεῖν.

129. πειρώμενος] ἀπόπειραν ποιούμενος, ἢ πειρώμενος λανθάνειν ἐν ἀνθρώπου μορφῇ.

130. ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν τελευταίαν συστέλλειν διὰ τὸ μέτρον.

131. ἀτὰρ εἴ κε] ἐὰν δέ. μόνην δὲ βούλεται τρωθῆναι τὴν Ἀφρο- δίτην διὰ τὸ προειρηκέναι τὸν Δία “ τῷ δʼ αὖτε φιλομμειδὴς Ἀφρο- δίτη αἰεὶ παρμέμβλωκε, καὶ αὐτοῦ κῆρας ἀμύνει ” (Il. 4, 10). κατὰ χεῖρα τιτρώσκεται ἡ Ἀφροδίτη, ὅτι χειρὶ λαβομένη παρῄνει τῇ [*](14. * ὑτὸ θυμοῦ] om. 22. * κατὰ τὸ σιωπώμενον] καὶ τὰ 17, *αὐτοῦ] αὐτήν σιωπώμενα 19. *πῶς οὗν φησὶν] φῶς (sic) φησὶν 30. * τρωθῆναι] om.)

204
Ἑλένῃ. καὶ ἄλλως ἠρέθισται ἀκούουσα ἡ πρακτικὴ φρόνησις, καὶ καταφρονεῖν τὸν Διομήδη ἡδονῶν παρασκευάζει.

132. *τήν γʼ οὐτάμεν] Ζηνόδοτος τὴν οὐτάσαι. διχῶς Ἀρί- σταρχος, καὶ οὕτως, τήν γʼ οὐτάμεν, καὶ χωρὶς τοῦ γέ, τὴν οὐτάμεν.

133. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ] ὣς ἄρα φωνήσασʼ supra versum.

136. *ἕλεν μένος] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ περὶ τῆς ὁπλοποιίας διὰ τοῦ χ προφέρεται, ἔχεν μένος.

138. *χραύσῃ] ξύσῃ, ψαύσῃ.

ὑπεράλμενον] Διονύσιος ἀναστρέφει τὴν ὑπέρ. ὁ δὲ Ἀσκαλωνίτης ἓν ἐποίει, ὃ καὶ πιθανώτερον.

140. *ὅτι πρὸς τὸ σημαινόμενον καὶ οὐ πρὸς τὸ ῥητὸν τοῦτο ἐπή- γαγεν.

ἀλλὰ κατὰ σταθμούς] ὅτι σταθμοὺς τὰς κατʼ ἀγρὸν ἐπαύλεις. καὶ ὅτι ἐπὶ τὸ συνώνυμον εἴληφεν· ἄνω γὰρ εἴρηκεν “ εἰροπόκοις ὀΐεσσι,” νῦν δὲ τὰ δʼ ἐρῆμα φοβεῖται.

142. ἐξάλλεται] ἔνιοι τὸ ἐξ ἀντὶ τοῦ ἔξω ἀκούουσιν· ἔξω ὢν βαθέης αὐλῆς ἅλλεται εἰς τὸ ἐντός· ὁ μέντοι Ἀπολλώνιος ἐν τῷ περὶ προθέσεως ἓν λέγει εἶναι τὸ ἐξάλλεται.

145. *ὅτι τὴν πόρρωθεν τρῶσιν βολὴν λέγει.

146. *ὅτι Ζηνόδοτος γράφει τοῦ δʼ ἑτέρου. ὁ δὲ ποιητὴς οὕτως λέγει “ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα” (Il. 1, 197).

κλῆῖδα τὴν κατάκλειδα, παρὰ τὸ κλείεσθαι ὑπʼ αὐτῆς τόν τε αὐχένα καὶ τὸν ὦμον. καὶ Δημοσθένης φησὶ “τὴν κλεῖν κατεαγότα” (de Cor. p. 247, 11).

147. *πρὸς τὴν διαφορὰν τοῦ πλῆξε καὶ ἔβαλεν, ὅτι ἐκ χειρὸς ἐπάταξεν.

148. τοὺς μὲν ἔασʼ] πρὸς τὴν ὁμωνυμίαν· καὶ γὰρ Ἀργείων ἐβασίλευε Πολύϊδος ὁ τὸν Μίνωος ἀνευρὼν παῖδα μάντις. ἡ δὲ ἀνα- φορὰ πρὸς τὸ “Αἴθρη Πιτθῆος θυγάτηρ” (Il. 3, 144).