Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

28. τὸ παρʼ ὄχεσφι προσδιδόασί τινες τοῖς ἑξῆς, ἵν᾿ ᾖ παρʼ ὄχεσφι πᾶσιν ὀρίνθη θυμός, καὶ λέγῃ τοὺς ἁρματηλάτας τετα- ράχθαι· ἄλλως ἀπηλάσθαι φησὶν ἤδη τὰ ἅρματα. βέλτιον δὲ τοῖς ἄνω αὐτὸ προσδιδόναι, καὶ νοεῖν ἐκ τοῦ παρʼ ὄχεσφι τὸν τόπον τῶν [*](1. *ἐπʼ ἀλλήλους Cobetus. ἐπαλ- θῆσαι—πὸ σοφὸν ληλ᾿ A cum ultimae syllabae com- 24. θατέρα] *ἡ ἑτέρα pendio. 26. ἀλευόμενον] In textu ἀλευά- 12. τὸν ἀδελφὸν] *τῷ ἀδελφῷ μενον. 15. αἱ γὰρ φρένες—τὸν (τὸ A) 28. λέγῃ] λέγει σοφόν] Verba poetica, fortasse 29. ἄλλως ἀπηλάσθαι Friedl.] Prindari. καὶ ἀλλαχοῦ ἱππηλάσθαι *ταραχθεῖσαι—τὸν σοφὸν] ταμοχ-)

199
ἀρμάτων. ἢ καὶ κυρίως· τὰ γὰρ ἅμα γινόμενα οὐ δυνατὸν ἅμα λέγεσθαι.

31. Ἆρες Ἄρες] ἐπαναβολὴ ὁ τρόπος. Ἰξίων δὲ τὸ δεύτερον ὀξύνει, ἵνʼ ᾖ ἀντὶ τοῦ βλαπτικέ. οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλα- σιάζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτως δὲ ἔχει ἡ παράδοσις. τὸ δὲ ἀλαζονικὸν τοῦ δαίμονος ἐξαίρει τοῖς ἐπιθέτοις.

*παλιλλογία.

τειχεσιπλῆτα] ὅτι Ζηνόδοτος γράφει τειχεσιβλῆτα, ὁ τείχη καταβάλλων. Ποσειδῶνος δὲ ἔργον τὸ ἐκ θεμελίων καταβάλλειν καὶ τὰ ἐπίγεια σείειν, Ἄρεος δὲ τοῖς τείχεσι προσπελάζειν· καὶ ἔστιν ἐπίθετον ἀνάλογον τῷ παρὰ Στησιχόρῳ πυλαιμάχῳ.

37. * ἔκλιναν] ὅτι ἀντὶ τοῦ εἰς κλίσιν ἤγαγον καὶ κλιθῆναι ἐποίησαν.

39. * δασυντέον τὸ Ἀλιζώνων· οὕτω γὰρ ἱστοροῦνται λεγόμενοι. ἔθνος Θρᾳκῶν. ἄλλοι δὲ εἶπον αὐτὸ ἓν εἶναι τῶν περὶ τὴν Καρικὴν θάλασσαν οἰκούντων Περσῶν.

Ὀδίον] πρὸ τέλονς ἡ ὀξεῖα, ἐπεὶ κύριόν ἐστιν τὸ δὲ προσηγορικὸν ὅδιος ὡς σκότιος. βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προσηγορικῶν προπαροξύνειν, Τυχίος Δολίος, κἂν μὴ σχῇ διαστολὴν, ὡς τὸ Χρομίος. Πτολεμαῖος μέντοι γε κἀν τῇ Ὀδυσσείᾳ (8, 370) ἀνεγίνωσκεν “Ἀλκίνοος δʼ Ἁλίον,” πρὸ τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα τινὰ, ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος Ξένιος, καὶ ἐν τῇ συνηθείᾳ τὸ Κρόνιος. ἡ δὲ διπλῆ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὁδίου.

43. Φαῖστον] προπερισπᾶται ἐπὶ τοῦ ἥρωος, ἐπὶ δὲ τῆς πόλεως ὀξύνεται “ἐς Φαιστὸν, μικρὸς δὲ λίθος” (Od. 3, 296).

44. *Τάρνης] πόλις Λυδίας, ἣ νῦν Σάρδεις.

46. * ἵππων ἐπιβησόμενον] πρὸς τὸ φυγεῖν δηλονότι.

52. *ὅτι σαφῶς τὸ βάλλειν ἀντὶ τοῦ τυγχάνειν.

53. *ὅτι Ζηνόδοτος γράφει χραῖσμεν θανάτοιο πέλωρα. ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον.

54. οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι. ἔφαμεν γὰρ ὅτι τὸ ἀναδι- [*](6. ἐξαίρει] ἐξαιρεῖ 19. Τυχίος Δολίος] τύχιος δόλιος 11. τῷ] τὸ 24. πρὸς τήν ὁμωνυμίαν τοῦ Ὀδίου] πυλαιμάχῳ Cobetus] πυλεμάχῳ Verba in marg. inter. repetita. 14. οὕτω Bekkerus] οὐ 26. μικρὸς] μικρὸν 16. Περσῶν] *ἐθνῶν 27. * Λυδίας Eustath.] λυκίας)

200
δόναι τὸν τόνον τῶν μεταγενεστέρων ἐστὶν Ἀττικῶν, ὅτε περὶ τοῦ “πῆ δὴ συνθεσίαι” (Il. 2, 339) διελαμβάνομεν.

56. * πρόσθεν ἕθεν φεύγοντα] ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε φεύγων καὶ τετραμμένος ἐπὶ στόμα.

60. Ἁρμονίδεω] ὅτι ὀνοματοθετικὸς ὁ ποιητὴς, καὶ ἐν Ὀδυσσείᾳ παραπλησίως ποιεῖ· οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν, κἀκεῖ “Τερ- πιάδης δέ τʼ ἀοιδός” (Od. 22, 330). καὶ ὅτι ἀμφίβολον πότερον ὁ Φέρεκλος ἔπηξε τὰς ναῦς ἢ ὁ Ἁρμονίδης ἐφʼ ἃ καὶ Ἀρίσταρχος φέρεται.

*πάντα] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου δαίδαλα πολλά.

62. νῆας ἐΐσας] ἴσας τὰς ναῦς φησὶν, ὅτι ἀντιρρόπως πορεύονται· ἀντίρροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλευρὰ κατά τε μέγεθος καὶ σχῆμα καὶ βάρος.

64. ἀθετεῖται, ὅτι οὐχ ὑγιῶς ἐξενήνοχεν, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο ἑαυτῷ τε. ἔδει γὰρ αὐτῷ τε. ἡ δὲ οἷ ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχὴν, οὐ πάντως δὲ εἰς σύνθετον μεταληφθήσεται. ὅμοιον δέ ἐστι τὸ “ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ” (Il. 15, 226.)

κακὸν—οἷ τʼ αὐτῷ, ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη] Λακεδαιμόνιοι λοιμῷ κρατηθέντες ἐμαντεύοντο περὶ ἀπαλλαγῆς· ὁ δὲ θεὸς αὐτοῖς ἔχρησεν ἐξιλάσκεσθαι τοὺς Τεύκρων δαίμονας οὕτως δὲ πρότερον οἱ Ἰλιεῖς ἐκαλοῦντο. Μενέλαος οὖν ἀφικόμενος εἰς Ἴλιον τὸ προσταχθὲν ἔπρασσεν, κἀκεῖθεν εἰς Δελφοὺς παρεγένετο περὶ παίδων γενέσεως χρησμὸν ληψόμενος. συνείπετο δὲ αὐτῷ καὶ Ἀλέξανδρος περὶ γυναι- κὸς μαντευόμενος. γενομένων οὖν ἀμφοτέρων ἐπὶ τὸ μαντεῖον, λέγε- ται χρῆσαι τὴν Πυθίαν τάδε· “τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν, οὐκέθʼ ὁμοφρονέοντες ἐμὸν δόμον εἰσανέβητε, ἤτοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν, αὐτὰρ ὁ πῶλον ἑλεῖν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ;” τοὺς δὲ μὴ νοήσαντας τὸ λόγιον χωρισθῆναι. ὁ δὲ λόγος, ἐπεὶ οὐκ ᾔδει τὰ ἐκ τῶν θεῶν μαντεύματα. Ἑλλάνικος δέ φησι χρησμὸν δοθῆναι τοῖς Τρωσὶνἀπέχεσθαι μὲν ναυτιλίας, γεωργίᾳ δὲ προσ- έχειν, μὴ τῇ θαλάσσῃ χρώμενοι ἀπολέσωσιν ἑαυτούς τε καὶ τὴν πόλιν.

[*](7. ἀμφίβολον] ἀμφίβολος 23. *Δελφοὺς] θεὸς 12. *κατά τε] κατὰ τὸ 26. δύω] δύο 14. ὑγιῶς] ὑγειῶς 27. *ὁμοφρονέοντες] ὁμὰ φρονέ- 21, * τοὺς—δαίμονας] τοῖς—δαί- οντες μοσιν 30. * Ἑλλάνικος] ἑλληνικὸν)
201

*οὕτως Ἀρίσταρχος διὰ τοῦ η, ᾔδη.