Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

784. * στᾶσʼ] περισπαστέον· ἔστι γὰρ τὸ πλῆρες στᾶσα.

785. Στέντορι] τινὲς αὐτὸν Θρᾷκά φασιν, Ἑρμῇ δὲ περὶ μεγα- λοφωνίας ἐρίσαντα ἀναιρεθῆναι, αὐτὸν δὲ εὑρεῖν καὶ τὴν διὰ κόχλου γραφήν. τινὲς δὲ Ἀρκάδα φασὶν εἶναι τὸν Στέντορα, καὶ ἐν τῷ κατα- λόγῳ πλάττουσι περὶ αὐτοῦ στίχους. ἔν τισι δὲ οὐκ ἦν ὁ στίχος διὰ τὴν ὑπερβολήν.

*ὅτι ἐνταῦθα μόνον μνημονεύει τοῦ Στέντορος.

787. * ἐλέγχεα ὡς τείχεα· οὐ γὰρ νῦν ἐπιθετικόν.

*εἶδος ἀγητοί] τῷ εἴδει μόνον θαυμαστοί.

*Ἀρίσταρχος κακελεγχέες· τὸ δὲ ἑξῆς διχῶς, εἶδος ἄριστοι καὶ εἶδος ἀγητοί.

795. * ὅτι ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὃ βαλὼν ἕλκος ἐποίησεν.

796. *ὅτι τελαμῶσιν ἐπὶ τῶν ἀσπίδων ἐχρῶντο.

797. * Ἀρίσταρχος τῷ τείρετο, ἄλλοι δὲ τῷ τρίβετο.

798. ἴσχων] ὡς λέγων ἔχων· οὐδὲ γὰρ δύναται ὀξύνεσθαι ὡς δευτέρου ἀορίστου· ἄνευ γὰρ τοῦ ῑ ἐλέγετο ἂν σχών.

ζητεῖται πότερον ἴσχων ὡς τρέχων ἢ ὡς νοῶν· εὑρέθη γὰρ ἴσχηκα ὁ παρακείμενος. ἀλλὰ τοῦτο οὐδὲν συμβάλλεται πρὸς τὴν Ὁμηρικὴν ἀνάγνωσιν· παρʼ αὐτῷ γὰρ πάντα τὰ κινήματα ὡς ἀπὸ βαρυτόνου “ἴσχεσθ᾿ Ἀργεῖοι” (ll. 3, 82) “ἴσχον γὰρ πυργηδόν” (Il. 15, 618), ἥ τε πληθυντικὴ μετοχὴ “χεῖρας ἀνίσχοντες” (Il. 8, 347).

800. ὅτι οὐ λέγει κατά τι ὅμοιον, ἀλλʼ ἀντὶ τοῦ οὐδὲ ὅλως ὅμοιον. τὸν δὲ ἦ περισπαστέον· βούλονται γὰρ αὐτὸν ἰσοδυναμεῖν τῷ δή καὶ βεβαιωτικὸν εἶναι· τοιοῦτος γὰρ ὁ κατʼ ἀρχὴν η. τὴν δὲ ἀντωνυ- μίαν ὀρθοτονοῦσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται.

807. ὅτι Ζηνόδοτος ὑποτάσσει τούτῳ στίχον “ῥηϊδίως· τοίη οἱ [*](5. ἰδὲ] ἠδὲ 28. χεῖρας] χεῖράς τʼ 12. ὁ στίχος] Versum dicit 786. 29. ὅτι—ὅλως ὅμοιον] Haee etiam 17. κακελεγχέες] Sic A, non κάκʼ in marg. inter. ἐλεγχέες)

223
ἐγὼν ἐπιτάρροθος ἦα.” ἐναντιοῦται δέ· ἡ γὰρ Ἀθηνᾶ οὔ φησι παρο- τρύνειν, ἀλλὰ κωλύειν. μετηνέχθη δὲ οὐ δεόντως ἐκ τοῦ Ἀγαμέμνονος λόγου (ll. 4, 390).

808. τοῦτον τὸν στίχον οὐχ εὑρῆσθαι καθόλου φασὶν ἐν ταῖς Ἀριστάρχου· καὶ γὰρ ἀντιπράττει καὶ πρὸς τὸ “δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον” (805), καὶ οὐχ οἷόν τε ἐπιφέρειν “σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω” (809).

812. ἤ νύ σε] ὁ ἤ ὀξύνεται· διαζευκτικὸς γάρ. φυλάσσεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικὸν, ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν διὰ τὴν σέ ἐγκλιτικὴν οὖσαν.