Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

813. ἔκγονος ὁ υἱὸς, ἔγγονος ὁ υἱωνός.

814. *ὅτι ἔνιοι τὴν δʼ οὖτε προσέειπε.

824. * τὸ ἀνά ἀντὶ τῆς κατά.

οἱ μὲν ἀνέστρεψαν, ἵνα γένηται ἀνὰ τὴν μάχην. Ἀρίσταρχος δὲ παρῃτήσατο τὴν ἀνά ἀναστρέψαι, ὁπότε μὴ σημαντικὴ εἴη τοῦ ἀνάστηθι, ἵνα μὴ συνεμπέσῃ τῷ “Ζεῦ ἄνα Δωδωναῖε” (Il. 16, 233). ἔστι δὲ καὶ νῦν ἐκεῖνον προσθεῖναι τὸν λόγον, ὡς ὅτι ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται, οὐκ ἀναστρέφεται “ ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι” (Il. 1, 287) “θεῖναι Ἀθηναίης ἐπὶ γούνασι” (Il. 6, 92). οὕτως οὖν κἀνθάδε δύναται ἡ ἀνά ἀντὶ τῆς κατά.

830. *σχεδίην] ἐγγύθεν αὐτοῦ, πλησίον. οὕτως αὐτοῦ καταφρό- νησον, μὴ μακρόθεν ἐπʼ αὐτὸν βαλών.

831. ἀλλοπρόσαλλον] σύνθετόν ἐστι· διὸ οὐ κατʼ ἰδίαν ὁ τόνος τῆς πρώτης λέξεως λέγεται, ὁμοίως δὲ τῷ ἀλλοθρόους ἀλλοειδέας.

832. *πρὸς τὸ στεῦτο, ὅτι τὸ κατὰ διάνοιαν διωρίζετο ἡ λέξις σημαίνει.

834. *ὅτι ἀντὶ τοῦ ἐν τοῖς Τρωσίν ἐστιν, οὐ μετὰ τῶν Τρώων.

836. * πάλιν] ὅτι ἀντὶ τοῦ εἰς τοὐπίσω.

838, 839. ἐμμεμαυῖα—καὶ, βριθοσύνη] ἀθετοῦνται στίχοι δύο, ὅτι οὐκ ἀναγκαῖοι καὶ γελοῖοι καί τι ἐναντίον ἔχοντες. τί γὰρ, εἰ χείριστοι ἦσαν ταῖς ψυχαῖς, εὐειδεῖς δὲ καὶ εὔσαρκοι;

839. *ἄνδρα τʼ ἄριστον] διὰ τοῦ δέ αἱ Ἀριστάρχου, ἄνδρα δʼ ἄριστον.

[*](2. μετηνέχθη Cobetus] κατήχθη 12. Conf. scholion ad v. 764. 4. Scholion manus recentioris. 28. ἐστιν, οὐ μετὰ Friedl.] ἐστι Conf. 4, 390. μετὰ)
224

842. * ἐν ἄλλῳ οὖτος ὁ στίχος μετὰ τέσσαρας στίχους κεῖται.

ὅτι ἀπὸ τῶν ἀνδρῶν σκυλεύοντα τὸν Ἄρη ποιεῖ, καὶ ὅτι τινὲς γράφουσιν ἐξενάριξεν. συντελικὸν δὲ γίνεται, δεῖ δὲ παρατατικῶς· καὶ γὰρ ἐπιφέρει “τὸν μὲν Ἄρης ἐνάριζε μιαίφονος” ἀντὶ τοῦ ἀνήρει.