Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

746, 747. * ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν (1, 100) μετά- κεινται.

748. * ἵππους] ἀντὶ τοῦ τῶν ἵππων.

749. αὐτόμαται δὲ πύλαι] ὅτι πύλαι οὐρανοῦ τὰ νέφη· ὁ γὰρ ὑπὲρ ταῦτα τόπος ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸς καλεῖται.

754. ὅτι ὄρος ὁ Ὄλυμπος, καὶ ὅτι ὑπερθετικὸν ἀντὶ ἁπλοῦ, ἀκροτάτῃ ἀντὶ τοῦ ἄκρᾳ. οὐ ζητητέον οὖν πῶς τὸν ὑπὲρ τὰ νέφη τόπον ἀκροτάτην εἴρηκε κεφαλήν· λέγει γὰρ ἄκραν οἱανδήποτε.

757. *καρτερὰ ἔργα] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ τάδε ἔργʼ ἀΐδηλα.

759. ἕκηλοι] δασυντέον· παρὰ γὰρ τὸ εἴκων ἐγένετο, ὅπερ ἐστὶ σημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡσυχάζων· ὁ δὲ ὑποχωρῶν καὶ ἡσυχάζει. ἄλλως τε τὸ ε πρὸ τοῦ κ δασύνεται, μὴ ὂν ἐκ κλίσεως ἢ προθέσεως ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, οἷον ἑκάς ἑκάτη. οὕτως ἄρα καὶ ἕκηλος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον.

763. *πεπληγυῖα] ὅτι ἀντὶ τοῦ πλήσσουσα τῷ παθητικῷ.

764. *ὅτι ἔνιοι γράφουσι τὴν δʼ αὖτε προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε.

770. ἠεροειδὲς] ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος καὶ μηδενὸς ἐμποδίζοντος. ἢ ἀερῶδες, σκοτεινόν.

774. ᾗχι ῥοάς] ὅτι τὸ κατʼ ἀμφοτέρων ῥῆμα μεταξὺ τῶν ὀνομά- των τέταχεν· ἔδει γὰρ “ᾗχι ῥοὰς Σιμόεις καὶ Σκάμανδρος συυ- βάλλετον.” τούτῳ δὲ τῷ ἔθει πεπλεόνακε καὶ Ἀλκμάν· διὸ καὶ καλεῖται Ἀλκμανικὸν, οὐχ ὅτι αὐτὸς πρῶτος ἐχρήσατο, ἀλλʼ ὅτι [*](14. ὑπἐρ] ὑπὸ Friedl. 18. Conf. Etym. M. p. 321, 50. 15. κεφαλήν] τοῦτην (sic) addit 19. ὁ δὲ—ἡσυχάζει delet Lehrs. A, sed superscripto signo delendo. 25. Conf. infra p. 223, 12. κεφαλήν librarius substituit pro 29. τὸ addidit Friedl. κορυφήν.)

222
τῷ τοιούτῳ ἔθει πεπλεόνακεν. τὸ δὲ σχῆμα προεπίζευξις· προθεὶς γὰρ ἓν ὄνομα δυϊκὸν ἐπάγει πληθυντικὸν, καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγυγῇ· “ἦ μὲν δὴ θάρσος μοι” (Od. 14, 216) “ἔνθα μὲν εἰς Ἀχέροντα” (Od. 10, 513) “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης (Il. 20, 138). ἀλλαχοῦ δὲ “μεσσηγὺ Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων” (Il. 6, 4).

776. * ἠέρα πουλὺν] ὅτι ἀντὶ τοῦ πολλὴν σκοτίαν.