Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

728. ἄντυγες] αἱ περιφέρειαι τοῦ δίφρου, αἱ ἁψῖδες ὧν ἀντιλαμβ- βάνονται οἱ ἀναβαίνοντες ἐπὶ τὸ ἅρμα.

729. ῥυμός] τὸ ἀπὸ τοῦ δίφρον μέχρι τοῦ ζυγοῦ ξύλον, ἀπὸ τοῦ ἐρύειν.

*ὅνι ὅταν εἴπῃ “ἐν πρώτῳ ῥυμῷ” (Il. 6, 40), τῷ ἄκρῳ λέγει· εἷς γάρ ἐστι ῥυμός. τὸ δὲ πέλεν ἀντὶ τοῦ πέλει.

730. ζυγός] τὸ ἐπικείμενον τοῖς τραχήλοις τῶν ἵππων, παρὰ τὸ δύο εἰς ἓν ἄγειν αὐτόν.

λέπαδνα] πλατεῖς ἱμάντες οἷς ἀναδεσμοῦνται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν. ὡς κόπτω κόπανον, λέπω λέπαδνον.

734. πέπλον] γυναικεῖον ἔνδυμα, τουτέστι χιτῶνα ὃν οὐκ ἐνε- δύοντο, ἀλλʼ ἐπερονῶντο· ἀρθεισῶν γὰρ τῶν περονῶν καταρρέων φαί- νεται ὁ πέπλος εἰς τὸ ἔδαφος. πρέπων πρέπαλος, κατὰ συγκοπὴν πέπαλος, καὶ κατὰ δευτέραν συγκοπὴν πέπλος.

734, 735. οἱ ἀστερίσκοι, ὅτι ἐνταῦθα μὲν καλῶς κεῖνται, ἐν δὲ τῇ κόλῳ μάχῃ (Il. 8, 385) μηδεμιᾶς φαινομένης ἀριστείας οὐ. δεόντως. ὁ δὲ Ζηνόδοτος τούτους μὲν ἀθετεῖ, ἐκείνους δὲ καταλείπει. τῷ δὲ τρίτῳ παράκειται καὶ διπλῆ, ὅτι δασύνειν δεῖ τὸ ἡ δέ· ἐπανέ- λαβε γὰρ, ὡς ἔθος αὐτῷ, τὸν περὶ τῆς Ἀθηνᾶς λόγον.

736. ἡ δὲ χιτῶνʼ ἐνδῦσα] δασυντέον τὸ η· ἄρθρον γάρ ἐστιν ἀν- τωνυμικόν. τινὲς δὲ ψιλοῦσι, σύνδεσμον ἐκδεχόμενοι τὸν ἠδέ, κακῶς.

Διὸς νεφεληγερέταο] τὸ ἡμιστίχιον ἢ τοῖς ἐπάνω ἢ τοῖς ἑξῆς προσδοτέον. ἐὰν μὲν οὖν τοῖς ἐπάνω, μόνος ὁ θώραξ ἔσται τοῦ Διός· ἐὰν δὲ τοῖς ἑξῆς, πάντα ἔσται τὰ ὅπλα αὐτοῦ, ὅπερ καὶ πιθανόν. οὕτως δὲ καὶ Ἀρίσταρχος.

739. * πέρι] ἀναστρεπτέον τὴν πρόθεσιν, ἵνα πρὸς τὸ ἥν συν- τάττηται.

742. σμερδνή] καταπληκτικὴ, φοβερά. ὥσπερ ἀλαπάζω ἀλαπαδ- νός, οὕτως μερίζω μεριδνός καὶ σμερδνός.

743. ἀμφίφαλον—τετραφάληρον] φάλοι οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκοι, φάλαρα οἱ ἐν ταῖς παραγναθίσι [*](11. *ἐν] om. Etym. M. p. 661, 43. 16. πρέπων — πέπλος] Conf. 27. οὐτοῦ Friedl.] αὐτοῦ τοῦ διός)

221
κρίκοι, διʼ ὧν αἱ παραγναθίδες καταλαμβάνονται τῆς περικεφα- λαίας.

744. πρυλέεσσʼ] πεζοῖς ὁπλίταις. πρύλις, ὡς δαμάσω δάμαλις, περύω πέρυλις καὶ πρύλις.

*ὅτι πεζοὶ οἱ πρυλέες ὅπλα ἔχοντες.

746. δάμνησι] ὁ Σιδώνιος ἄνευ τοῦ ῑ τὸ δάμνησι, ὁ δὲ Ἀρί- σταρχος σὺν τῷ ῑ.