Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

258. *οὕτως εἰ γοῦν διὰ τοῦ γ Ἀρίσταρχος, εἰ δὴ ἕτερος αὐτῶν φύγῃ. Et gl. εἰ μὴ ἄρα ὁ εἷς.

261. * ὅτι περισσὸς ὁ δέ σύνδεσμος.

262. * ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ ἐρύκακε.

[*](2. ὀκνηρῶς] ὀκνειρῶς. 9. ὥς οἱ] ὅσοι 6. τοῦ δὲ παρατατικοῦ additum ex 19. καὶ] ἥτʼ Etym. M. 33. ἐρύκακε Bekkerus] ἐρυκακέειν)
211

263. ἐπαῖξαι] ἡ διπλῆ, ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ προστακτικοῦ ἐχρήσατο. Ζηνόδοτος δὲ Αἰνειῶο γράφει.

264. *διὰ τὴν αὐτὴν αἰτίαν.

266. υἷος] προπερισπαστέον· ἀπὸ γὰρ εὐθείας ἐστὶ μὴ εἰρημένης τῆς υἷις, ἧς γενικὴ ὤφειλεν εἶναι τρισύλλαβος ὡς μάντιος. αὕτη τοίνυν συναλοιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται, ἧς ἀκόλουθος δοτικὴ “Νηληΐῳ υἷι ἐοικώς” (Il. 2, 20). καὶ αἰτιατικὴ “ἀλλ᾿ υἷα Κλυτίοιο σαώσομεν” (Il. 15, 427) καὶ πληθυντικὴ εὐθεῖα “υἷες ὁ μὲν Κτεάτου” (Il. 2, 621) καὶ αἰτιατικὴ “υἷάς τʼ ὀλλυμένους” (Il. 22, 62). ἀποδείξομεν δὲ καὶ τὸ “υἱάσι δὲ Πριά- μοιο” (463) παρὰ τοῦτο κεκλίσθαι ἐν τοῖς περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆς καθολικῆς κινήσεως τοῦ ὀνόματος διαλαμβάνωμεν.

ποινὴν] ὅτι ἰδίως τῷ ποινή κέχρηται· κυρίως γὰρ ἐπὶ φόνου “ποινὴν δεξαμένῳ” (l. 9, 636.) καὶ ὅτι τὸ οὕνεκα ἀντὶ τοῦ τοὔνεκα.

267. * ὁ τρόπος περίφρασις.

269. θήλεας ἵππους] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ἵνʼ ἀπʼ εὐθείας τῆς θῆλυς ᾖ κεκλιμένον· “θῆλυς ἐέρση” (Od. 5, 467) “ Ἥρη θῆλυς ἐοῦσα” (Il. 19, 97) “θῆλυν ὑπόρρηνον” (Il 10, 216). οὕτως Ἀρίσταρχος καὶ ὁ Ἀσκαλωνίτης.

ὅτι οἱ περὶ Ἑλλάνικον ἀνεγίνωσκον θηλέας ὡς ταχέας, ὡς Δωρικῶς ἐκτιθεμένου τοῦ ποιητοῦ. τὸ δὲ τοιοῦτο παρʼ Ἡσιόδῳ πλεονάζει, Ὅμηρος δὲ οὐ χρῆται.

272. τὼ δὲ δύʼ] ὅτι δύο ἵπποις ἐχρῶντο. ἡ δʼ ἀναφορὰ πρὸς τὸ τέτρωρον “Ξάνθε τε καὶ σὺ Πόδαργε” (Il. 8, 185). καὶ ὅτι φόβον τὴν φυγὴν λέγει.

*μήστωρε] οὕτως Ἀρίσταρχος, μήστωρε, δυϊκῶς. ἐπὶ γὰρ τῶν ἵππων.

μήστωρε φόβοιο] τοὺς φυγὴν ἐμποιοῦντας τοῖς πολεμίοις.

278. ἦ μάλα] πρὸς τὴν ἑρμηνείαν· ἦ μάλα σε οὐκ ἐδάμασσε τὸ βέλος, ὅ ἐστιν ὁ ὀϊστός. περισπαστέον δὲ τὸν η· ἔστι γὰρ μᾶλλον βεβαιωτικός. ὑποστιγμὴ δὲ κατὰ τὸ τέλος τοῦ στίχου. κεῖται γὰρ ὁ η ἀντὶ τοῦ εἴ, καὶ βαρύνεται· οἱ δὲ περισπῶντες στίζουσι κατὰ τὸ τέλος.

[*](*ἀντὶ τοῦ εἴ. 2. Αἰνειῶο Friedl.] αἰνείω. Vid. 20. Ἑλλάνικον] ἑλλανικὸν ad v. 323. 34. ἀντὶ τοὺ εἴ (sic)] Haec verba 13. τῷ] τὸ spectant ad ῆ.)
212

283. ἐπὶ] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. καὶ εἰ πρὸς τὸ ἄρθρον δὲ συνετάττετο, οὐκ ἀνεστρέφετο, διʼ ὃν προείπομεν πολλάκις λόγον, ὡς ὅτι ἐὰν μεταξὺ πέσῃ μέρος λόγου, οὐ γίνεται ἀναστροφὴ τῆς προθέσεως, ἐὰν μὴ τελευταία στίχου τεθῇ, ὡς τὸ “ἔπτυσε πουλὺ κάτα.”

284. κενεῶνα τὸν ὑπὸ τὰς πλευρὰς τόπον, τὴν λαγόνα, παρὰ τὸ κενὸν εἶναι αὐτὸν ὀστέων.

289. ὅτι παρηγμένως λέγει ταλαύρινον πολεμιστήν, καὶ ἕν ἐστιν ἐξ ἀμφοτέρων, ὑπομενητικὸν ἐν τῇ μάχη.

ταλαύρινον] Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γὰρ, φησί, σύνθετον δεῖ νοεῖν τὸν σχηματισμὸν, ἀλλὰ κατὰ ἀπλῆν ἔννοιαν, τὸν εὔτολμον καὶ ἰσχυρόν. ὁμοίως δὲ καὶ Ἀριστοφάνης. Τρύφωνι δὲ ἀρέσκει ὁ σχημα- τισμὸς σύνθετος εἶναι, παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν, ὁμοίως τῷ ταναόποδα ταναύποδα. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλους εἴτε παρέλ- κει, ὀφείλει φυλάττεσθαι τὸ πνεῦμα· οὕτως γὰρ διελάβομεν- καὶ περὶ τοῦ μελιηδέος οἴνου, καὶ αὐτὸς συγκατατίθεται. ἡ μέντοι παράδοσις ἐπείσθη Ἀριστάρχω.

291. ζητεῖται πῶς Διομήδους μὲν ἀκοντίσαντος πεζοῦ, Πανδάρου δὲ ἐπὶ ἄρματος ὄντος, ἐκ τοῦ κοιλοτέρου φερόμενον τὸ δόρυ κατω- φερῆ πεποίηκε τὴν τρῶσιν. ἔστι δὲ λέγειν ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα αὐτὸ, ᾗ ἦν δυνατὸν τοῦτο ποιῆσαι, ἔπειθʼ ὅτι προσ- επινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι εἰ καιρίως τέτρωται ὁ Διομήδης, οὕτως ἐβλήθη διὰ τῆς ῥινὸς τὴν γλῶσσαν. οἱ δὲ, ὅτι ἐν ἀνωμάλοις τόποις μαχομένων εἰκὸς τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις τρέχειν, τοὺς δὲ πεζοὺς ἀπὸ μετεώρου μάχεσθαι, ὥστε καὶ τὸν Διομήδη ἀφʼ ὕψους βεβληκέναι.

ὅτι δειλωθεὶς τῇ ὁρμῇ τοῦ ἥρωος ὁ Πάνδαρος συνεκάθισεν.

292. πρυμνὴν] πρυμνὴν ὡς πυκνήν· ἐπίθετον γάρ. ὅταν δὲ ἰδίως ἐπὶ τοῦ πλοίου, βαρύνομεν, ὡς λευκή καὶ λεύκη. ὀξύνεται δὲ ὁ [*](1. ἄϋσε] ἤϋσε 11. *τὸν εὔολμον] τὸν γὰρ 5. Verba ὡς τὸ “ἔπτυσε πουλὺ εὔτολμον κάτα” addidi ex aliis codicibus, 12. Τρύφωνι Bastius ad Greg. p. πολύ in πουλύ mutato. Callimachi 932] τρόφωνει (sic) verba esse videri dixi in Thesauro 13. *τήν ῥινὸν] τὸ ῥινὸν vol. 4 p. 1195. Collatis aliorum 16. ᾦ] ὃ grammaticorum locis, quos collegit 19. *ἐπὶ—ὄντος] ἀπὸ—οὕτως Schneiderus vol. 2 p. 752, versum 21. * ἔπειθʼ] ἐπειδὴ fuisse conieci “τῶν πάντων δʼ ἔττυσε 24. * ἀνωμάλοις] ἀνομάλοις 27. *δειλωθεὶς] δηλωθεὶς πουλὺ κάτα.”)

213
πρυμνός, ἐπεὶ τὰ εἰς νος λήγοντα μετʼ ἐπιπλοκῆς συμφώνου τριγενῆ ἁπλᾶ ὀξύνεται, συχνός πυκνός· οὕτως πρυμνός.

293. *οὕτως Ἀρίσταρχος, ἐξελύθη. ἄλλοι δὲ ἐξεσύθη.

297. Αἰνείας δʼ ἀπόρουσεν] Ἡλιόδωρος στίζει εἰς τὸ ἀπόρουσεν, εἶτα ἄρχεται ἀπὸ τοῦ σὺν ἀσπίδι δουρί τε μακρῷ. ἃ γὰρ εἶχε, φησὶ, πρότερον, ταῦτα τῷ Πανδάρῳ μετέδωκεν. αἴρει γοῦν, φησὶ, τὴν ἀσπίδα ἀπὸ τοῦ νεκροῦ καὶ καθοπλίζεται, καὶ τὸ βληθὲν ὑπὸ τοῦ Διομήδους δόρυ. τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς, ὡς ὅτι ἀπὸ τοῦ Πανδάρου ὁ Αἰνείας αἴρει τὰ ὅπλα· οὐ γὰρ ἐδήλωσεν ὁ ποιητής. ἀπίθανόν τε αὐτὸν ἑαυτὸν τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖς πολεμίοις. ὑπόψυχρόν τε τὸ ἐκδέχεσθαι τὸν Διομήδη ἕως οὗ καθο- πλίσηται ὁ Αἰνείας, καὶ μὴ εὐθέως αὐτὸν ἀνελεῖν. διὸ καὶ ὁ Ἀσκα- λωνίτης συνάπτει, ὥστε ἐπὶ τοῦ Αἰνείου κεῖσθαι τὸ σὺν ἀσπίδι δουρί τε μακρῷ· καὶ δῆλον ὅτι ὁ Πάνδαρος ὑπʼ ἄλλου κατὰ τὸ σιωπώ- μενον καθώπλιστο, ὁ δὲ Αἰνείας εἰς τὸ μετάφρενον μετενηνόχει τὴν ἀσπίδα, εἶχε δὲ τὸ δόρυ παρακείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥσπερ καὶ Νέστωρ ἡνιοχῶν Διομήδει, ὡς σαφὲς ἐκ τοῦ Ἕκτορος προσώπου “αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην” (Il. 8, 191). οὕτως δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλῳ· παραδοὺς οὖν τὰς ἡνίας Ἀλκιμέ- δοντι πολεμεῖ τοῖς ἰδίοις ὅπλοις. ταῦτα Ἡρωδιανὸς ἐν τῇ προσῳδίᾳ.

*συναπτέον ὅλον τὸν στίχον.

298. *οἱ] ὅτι ἀντὶ τοῦ αὐτοῦ.

299. ἀμφὶ δʼ ἄῤ αὐτῷ βαῖνε] ὅτι ἀπὸ τῶν τετραπόδων ἡ μετα- φορὰ, πρὸς τὸ “ὃς Χρύσην ἀμφιβέβηκας” (Il. 1, 37).

ἀλκί ὡς σαρκί, καὶ ἔστι κατὰ μεταπλασμὸν ἀπὸ τοῦ ἀλκῇ. τινὲς δὲ ἀπὸ τοῦ ἀλκίς Αἰολικοῦ αὐτό φασιν· τοῖς γὰρ εἰς η παρά- κειται τὰ εἰς ις, ὡς ἑορτή καὶ ἑορτίς καὶ ἐν ὑπερθέσει ἐροτίς. ὤφειλε δέ ἐκτείνειν τὸ ι. εἴτε ἀπʼ εὐθείας τῆς ἄλξ πεποίηται, ὡς οἴεται ὁ Ἀσκαλωνίτης. Τρύφων δὲ ἐν τῷ πρώτῳ περὶ τῆς ἀρχαίας ἀναγνώ- σεως φησιν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος αὐτοῖς ἐστι λέγειν τὴν [*](4. Ἡλιόδωρος] ϊλιόδωρος 25. ἀλκῇ] ἀλκὴ *εἰς τὸ] ἕως τοῦ 26. ἀλκίς Bastius ad Greg. p. 6. *εἶχε] εἷλε 769 (ἄλκις Bekkerus)] ἀλκ A sine μετέδωκεν] *παρέδωκεν accentu. 10. *ἑαυτὸν] εἶναι 27. τὰ addidi. 22. αὐτοῦ] καὶ παρεῖται ἡ παρά ἔροτίς] Rectus accentus ἔροτις. addit Friedl. 30. αὐτοῖς] *τοῖς Αἰολεῦσιν 23. ἄῤ αὐτῷ] ἂρ τῷ)

214
ἰωκὴν ἰῶκα καὶ τὴν κρόκην κρόκα καὶ τὴν ἀλκὴν ἄλκα ὡς σάρκα. εἰ δὲ σάρκα ὡς ἄλκα, καὶ ἀλκί ὡς σαρκί.

300. *οἱ] ὅτι πάλιν ἀντὶ τοῦ αὐτοῦ.