Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

200. παπταίνων] πετῶ πτῶ πταίω πιαίνω, καὶ κατὰ ἀναδιπλα- σιασμὸν παπταίνων, ὁ πανταχόσε περιβλεπόμενος.

203. *προσηύδα] γρ. ἀγόρευεν.

205. *ὄφρα ἴδῃ Μενέλαον] ὁ ἀστερίσκος, ὅτι νῦν δεόντως λέγε- ται πρὸς Μαχάονα ὑπὸ τοῦ κήρυκος.

*οὕτως Ἀρίσταρχος χωρὶς τοῦ σ ἴδῃ.

206. ὅν τις ὀϊστεύσας ἔβαλεν] ἡ διπλῆ ὅτι ἐς βολῆς ἔτρωσεν, πρὸς τὸ “αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς” (140).

207. τῷ μὲν κλέος, ἄμμι δὲ πένθος] ἑκάτερον καθʼ ἑαυτό· λείπει γὰρ τὸ ἐστίν ἐν ἀμφοτέροις.

208. ἡ διπλῆ πρὸς τὸ ὄρινεν, ἀντὶ τοῦ κατὰ ψυχὴν ἐκίνησεν. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν” (Od. 17, 150), ὅτι οὐκ ἔστιν ἐθύμωσεν, ὡς ὁ διασκευάσας ἐκλαβὼν ἔταξε τοὺς ἑξῆς εἴκοσι στίχους, ἀλλʼ ἀντὶ τοῦ ἐκίνησε καὶ παρώρ- μησε κατὰ τὸ ἐρωτικόν.

[*](8. τὸ δὲ π.] ἡ διπλῆ ὅτι π. Co- 16. Lemma om. betus. 20. λέγεται] Cum 206, 207. 11. ὀβελὸς] ὄφελος 30. εἴκοσι] εἴκοσι τρεῖς Lehrsius παρέλκει] Non hic tantum versus, Arist. p. 100 ex scholio ad 3, 395, sed etiam 196, 197, qui repetuntur ad quem locum scholion quod hic 206, 207. legitur referendum.)
180

211. ὑποστικτέον εἰς τὸ ἦν καὶ κυκλόσε, ὧν ἡ δευτέρα ἀνυπόκρι- τός ἐστιν. διὰ μέσου δὲ ταῦτα.

212. κυκλόσʼ] Ἀρίσταρχος μὲν ὀνοματικῶς, ἵνʼ ᾖ ἀγηγέρατο κύκλος, ὁμοίως τῷ “ἀγρόμενοι πᾶς δῆμος” (Il. 20, 166)· τοιοῦτο γὰρ βούλεται σημᾶναι, κύκλος γενόμενοι. Νικίας δὲ καὶ ὁ Ἀσκα- λωνίτης κυκλόσε, ὡς “πόσε φεύγετε” (Il. 16, 422), ὅπερ καὶ πιθα- νώτερον. οὐ γὰρ δύναται ἐντελὴς εἶναι ἡ σύνταξις τοῦ Ἀριστάρχου, ἀγηγέρατο κύκλος· λείπει γάρ τι. διὸ ὁ Ἀρίσταρχος ἔξωθεν προστί- θησι τὸ γενόμενοι· εἰ δὲ προστίθησιν, ἄμεινον αὐτόθεν ἀναγινώσκειν κυκλόσε· τοιοῦτο γὰρ τὸ ἐπίρρημα τὴν προκειμένην σχέσιν σημαῖνον. εἰ δέ τις λέγοι, διὰ τί γὰρ τὸ ἀγρόμενοι πᾶς δῆμος εὐπαράδεκτόν ἐστιν, οὐκέτι δὲ τὸ ἀγηγέρατο κύκλος, ἴστω ὅτι τὸ δῆμος τῇ μὲν φωνῇ ἑνικόν ἐστι, τῷ δὲ σημαινομένῳ πληθυντικόν· τῷ οὖν σημαι- νομένῳ ἡ σύνταξις ἐγένετο, ὡς καὶ ἐπὶ τοῦ “ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο” (Il. 15, 305). οὔ γε μὴν ὁ κύκλος ἔχεται τού- του τοῦ σημαινομένου· διὸ οὐδὲ ἐντελὴς ἡ τοιαύτη σύνταξις ἐπʼ αὐτῷ δύναται γενέσθαι.

213. * Ἀρίσταρχος Ἰακῶς ἕλκεν, καὶ αἱ πλείους.

214. τὸ πάλιν εἰ μὲν τοῖς ἡγουμένοις συντάττοιμεν, ἔσται τὸ ἄγεν ἀντὶ τοῦ κατεάχθησαν, ὡς “νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος” (Il. 3, 367), ἤτοι συνεσταλμένης τῆς ἀρχῆς ποιητικῶς, ἢ τοῦ ε ἀφῃρημένου ἀπὸ τοῦ ἔαγεν. ἐὰν δὲ τοῖς ἑξῆς προσδῶμεν αὐτὸ, ἔσται εἰς τοὐπίσω ἤχθησαν, τουτέστιν ὑπέστρεψαν.

216. ὅτι πάλιν τοῦ ζώματος μνησθεὶς τὸν θώρακα παραλέλοιπεν.

219. Χείρων εἷς τῶν Κενταύρων, εὑρείης ἰατρικῆς καὶ λυρικῆς, υἱὸς Κρόνου καὶ Φιλύρας, ἢ ὡς ἔνιοι Ποσειδῶνος.

222. κατὰ τεύχεʼ ἔδυν] συσταλτέον τὸ ἔδυν· πληθυντικὸν γάρ ἐστι. τὸ δὲ ἑνικὸν ἐκτατέον ἔδυν “δῦ δέ μιν Ἄρης” (Il. 17, 210). ὅμοιόν ἐστιν αὐτῷ καὶ τὸ “ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδόν” (Od. 5, 481). εἰ δέ τις λέγοι ὅτι τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐστιν, οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι, ἴστω ὅτι ἐκ συγκοπῆς ἐστὶ τοῦτο τοῦ ἔδυσαν. ἐν δὲ τοῖς τοιούτοις τρίτοις ἡ συγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς τῆς κατὰ τὴν μετοχὴν, ἔστησαν ἔσταν, στάντος γάρ· ἔβησαν ἔβαν, βάντος γάρ· ἐκοσμήθησαν ἐκόσμηθεν, κοσμηθέντος γάρ· “φάνεν δέ [*](15. Notandum οῦ γε μὴν pro οὐ μὴν—γε dictum et p. 201, 24.)

181
οἱ εὐρέες ὦμοι” (Od. 18, 68), φανέντος γάρ· ἔφυμεν ἔφυτε ἔφυσαν ἔφυν, ἐπεὶ φύντος· ἔδυμεν ἔδυτε ἔδυσαν ἔδυν, ἐπεὶ δύντος. περὶ δὲ τοῦ “τῆς δʼ ἦν τρεῖς κεφαλαί” (Hesiod. Th. 321) ἐν τοῖς περὶ ῥήματος ἐροῦμεν. τὸ μέντοι γε ἔδυν ἑνικὸν ἐκτείνεται, ἐπεὶ πᾶς δεύ- τερος ἀόριστος ἐπὶ τῶν εἰς μῑ μακροκατάληκτός ἐστιν, ἔγνων ἑάλων ἐξέτρων ἔτλην ἔστην ἔδην ἔφην. ἔφυν ἄρα καὶ ἔδυν.

χάρμης] χάρμη ἡ μάχη, ἤτοι κατὰ ἐναντιότητα, ἢ ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσιν.

223. βρίζοντα ἴδοις] ἡ διπλῆ, ὅτι οὐ πρὸς ὑφεστὸς πρόσωπον. ἀλλʼ ἀντὶ τοῦ ἴδοι τις ἄν.

βρίξαι κυρίως τὸ μετὰ βάρους τροφῆς ἀπονυστάξαι.

224. *βραχείας διαστολὰς θετέον, πτώσσοντα, μάχεσθαι.

226. *ὅτι τὰ ὀχήματα νῦν χωρὶς τῶν ἵππων ἅρματα εἴρηκεν.

228. Εὐρυμέδων] ὅτι καὶ Ἀγαμέμνονος καὶ Νέστορος ὁμώνυμος ἦν ἡνίοχος Εὐρυμέδων. τὸ δὲ Πειραΐδαο ἐν τέσσαρσι συλλαβαῖς προφέρεται τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τρισυλλάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον τὸ ῑ ἀπὸ ἑτέρου φωνήεντος, οἷον Παν- θοίδης Βοηθοίδης Πηλείδης· οὐδʼ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλ- λάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ διάλυσιν τοῦ ῑ, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικὸν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ ᾱ καὶ τοῦ ῑ πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραίδης ἐγένετο.

232. ὅτι τὸ σπεύδοντας οὐχ οἷον ταχύνοντας, ἀλλʼ ἐνεργοῦν- τας καὶ κακοπαθοῦντας. “σπουδῇ δʼ ἕζετο λαός” (Il. 2, 99) μετὰ πάσης κακοπαθείας.

235. ψεύδεσσι] Ἀρίσταρχος ἀναγινώσκει ψευδέσσι ὡς σαφέσσι· τοῦτο γάρ φησι θέλει δηλοῦν, οὐ γὰρ τοῖς ψεύσταις Τρωσὶ βοηθεῖ ὁ Ζεύς. εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν, ψεύδεσιν ἀνέγνωμεν ὡς βέλεσιν, ἵνα ἀπʼ εὐθείας ᾖ ἡ κλίσις· “ψεῦδος δʼ οὐκ ἐρέει” (Od. 3, 20). οὕτως δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης, συγκατατιθέμενος Ἀριστάρχῳ. ὁ μέντοι γε Ἑρμαπίας ἀναγινώσκει ψεύδεσσιν ὡς [*](9. ἡ διπλῆ, ὅτι] ὅτι ἡ διπλῆ ὅτι 28. δηλοῦν Bast. ad Greg. p. 334] ὑφεστὸς] ὑφεστως διδοῦν 14, 15. Εὐρυμέδων] εὐρυμέλων 31. συγκατατιθέμενος Bekkerus] 22. τέλους Bekk.] τούτου συγκατατίθεται 23. Πείραιος] πειραιός)

182
τείχεσσιν, ἐπεὶ οὐδέποτε, φησὶν, οἶδεν ὁ ποιητὴς ἀπλοῦν τὸ ψευδής, ἐν δὲ συνθέτῳ, φιλοψευδής (Il. 12, 164), ἀψευδής (Il. 18. 46)· ἢ οἶδεν ἑτέρως λεγόμενον τὸ “ψεῦσταί τʼ ὀρχησταί τε” (Il. 24, 261). συνεχῶς δὲ τὸ ψεῦδος “ὦ γέρον, οὔτι ψεῦδος” (Il. 9, 115) “ψεῦδος δʼ οὐκ ἐρέει” (Od. 3, 20) “ἴσκε ψεύδεα πολλά” (Od. 19, 203). ταῦτα ὁ Ἡρωδιανός· καὶ μᾶλλον πειστέον Ἀριστάρχῳ ἢ τῷ Ἑρ- μαππίᾳ, εἰ καὶ δοκεῖ ἀληθεύειν.

238. *ἡμεῖς δʼ αὖτ] Ἀρίσταρχος χωρὶς τοῦ δέ.