Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

155. *ἔταμνον] ἐγὼ δηλονότι.

157. *ἔβαλον] ὅτι ἐκ βολῆς ἔτρωσαν, πρὸς τὸ “αὐτίκα δʼ ἔρρεεν αἷμα” (140).

158. οὐ μέν πως ἄλιον πέλει ὅρκιον] γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεὸν τὴν ἐλπίδα, καὶ τὸ σύμπτωμα τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι.

159. σπονδαί τʼ ἄκρητοι] ὅτι εὐκρινὲς γίνεται ἐντεῦθεν τὸ “κρητῆρι δὲ οἶνον μίσγον” (Il. 3, 269). οὐ γὰρ κεκραμένον ἔσπενδον.

161. ὅτι Ζηνόδοτος γράφει τελέσει καὶ σύν τε μεγάλῳ τίσουσιν, ἐπὶ τῶν Τρώων δεχόμενος τὸν λόγον. οὐκ ἔχει δὲ οὕτως, ἀλλὰ καθολικῶς ἐπὶ τῶν παραβαινόντων τὰ ὅρκια.

164. *ὀλώλῃ] ἀντὶ τοῦ ἀπολεῖται, πρὸς ὃ ἡ διπλῆ, καὶ ὅτι Ἴλιος θηλυκῶς.

ἀπʼ ἄλλης ἀρχῆς τοῦτο· διὸ τελείᾳ στικτέον πρὸ αὐτῆς· ἀσύνδετος γὰρ ὁ λόγος.

166. ὑψίζυγος] ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ναυσὶ ζυγῶν, ἐφʼ ὧν καθέζονται οἱ ἐρέσσοντες· ἢ ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ἀπονέμων ἑκάστῳ τὸ πεπρωμένον.

167. ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα] ὅτι τοῦ Διὸς ὅπλον ἡ αἰγὶς, πρὸς τοὺς νεωτέρους ποιητάς· καὶ ὅτι καταιγίδων καὶ ζοφώδους καταστάσεως παρασκευαστική ἐστιν.

*ἐπισσείῃσιν] ἀντὶ τοῦ ἐπισσείῃ. πρὸς ὃ ἡ διπλῆ.

170. μοῖραν] οὕτω πότμον αἱ Ἀριστάρχου, οὐ μοῖραν, ὡς ἐν ταῖς κοιναῖς.

171. *ἐλέγχιστος] διχῶς Ἀρίσταρχος, καὶ ἐλέγχιστον.

πολυδίψιον] ἄνυδρον οὖσαν τὴν Πελοπόννησον ἔφυδρον ἐποίησε Δαναὸς ἐξελθὼν ἀπὸ τῆς Αἰγύπτου καὶ οἰκήσας αὐτήν· τῶν γὰρ θυγατέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι, μιᾶς αὐτῶν τῆς Ἀμυμώνης ἠράσθη Ποσειδῶν, καὶ ἔδειξεν αὐτῇ τῇ τριαίνῃ πλήξας τὰς ἐν Λέρνῃ πηγάς. οἱ δὲ οὕτως, ὅτι Ἀθηνᾶς ὑποθήκαις πολυδίψιον τὸ Ἄργος [*](4. ὅτι delet La Roche p. 351. 17. καὶ ὅτι] τὸ 28. οὕτω Cobetus] ὅτι)

178
πρότερον ὑπάρχον ἄδιψον γενέσθαι διὰ τῶν Δαναοῦ θυγατέρων ἐποίησεν· ἐκεῖναι γὰρ ὄρυξιν φρεάτων ἐπενόησαν. παραγενομένων δὲ τῶν Αἰγυπτίων ἐπὶ τὸν τῶν Δαναοῦ θυγατέρων γάμον, αἱ Δα- ναῒδες κατὰ τὰς τοῦ πατρὸς ὑποθήκας ἐδολοφόνησαν αὐτούς· ἐκεῖνος γὰρ αὐταῖς συνεβούλευσε τοὺς τὴν παρθενίαν ἀφαιρουμένους ἀμύ- νασθαι. Ὑπερμνήστρα οὖν μόνη Λυγκέα περιέσωσε καὶ ἐτήρησεν· καὶ γὰρ ἐκεῖνος αὐτῆς τὴν παρθενίαν ἔσωσεν. ὅθεν γυναῖκα λαβὼν αὐτὴν ὕστερον συνετήρησεν. πολυδίψιον οὖν ἤτοι πολυδιάφθορον διὰ πολέμους. ἢ πολυπόθητον, μεταφορικῶς ἀπὸ τῶν διψώντων καὶ ἐπιθυ- μούντων πότου· ἐξ οὗ ἄνυδρον. ἢ βλαβερόν, ἀπὸ τοῦ ἴψιον.

* ὅτι Ἄργος τὴν Πελοπόννησον, οὐ τὴν πόλιν λέγει.

174. σέο δʼ ὀστέα πύσει ἄρουρα] ὅτι τῶν ἐπὶ ξένης τελευτώντων οὐκ ἀπεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. οὐκ ἄρα Ὀμήρου ἐστὶ ταῦτα “ὥς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδʼ ἄγει, ὅτʼ ἂν αὖτε νεώμεθα” (Il. 7, 334).

176. καί κέ τις ὦδʼ ἐρέει] ὅτι ἤτοι ὁ κε περισσεύει, ἢ τὸ ῥῆμα ἐνήλλακται, ἐρέει ἀντὶ τοῦ εἴποι ἄν.

178. *χρήσιμον ἀνεστραμμένης περιόδου ὑπόδειγμα.

181. κεινῇσιν νηυσί] κεναῖς εἶπεν, ὅτι ὁ Μενέλαος ἀποθανὼν οὐκ ἔμελλε πλεῖν ἐν αὐταῖς. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νηυσί.

182. εὐρεῖα χθών] ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον τὸ εὐρεῖα, ἀλλʼ ἐν ἴσῳ τῷ εὐρεῖα γενομένη, οἷον εὐρύ μοι χάσμα γῆς γένοιτο.

*μηδέ τί πω] οὕτω πω Ἀρίσταρχος, οὐχὶ που, ὥς τινες.

187. ὅτι τοῦ ζώματος μνησθεὶς παραλέλοιπε τὸν θώρακα, ὥστε ἀπὸ μέρους τὸ ὅλον δεδηλῶσθαι. ἡ δὲ μίτρα τούτῳ προσῆπται τῷ θώρακι· “καὶ ζῶμα φαεινόν” (Od. 14, 482) διὰ τὸν χαλκόν. ἡ μίτρα οὖν ἔσωθεν ἐριώδης ἐστὶ, περὶ τὴν ἐπιφάνειαν χαλκῆ ὑπάρχουσα.

189. *φίλος ὦ Μενέλαε] ἡ ὀρθὴ ἀντὶ τῆς κλητικῆς, φίλος ἀντὶ τοῦ φίλε.

*στικτέον ἐπὶ τὸ τέλος τοῦ στίχου τελείῳ· ἀσύνδετος γὰρ ὁ λόγος πρὸς τὰ ἑξῆς.

[*](5. *ἀφαιρουμένους] ἀφαιρουμένας Arist. p. 122. 9. *ἐπιθυμούντων] ἐπιθυμώντων 28. τῇ] I. e. χρῆται τῇ, ut p. 188. 16. ὅτι ἤτοι Cobetus] ἤτοι ὅτι 14. 18. περιόδου] *τύχης 30. στικτέον—] Aliena ab hoc 23. Lemma om. versu annotatio: v. Friedl. Nic. πω] πῶ p. 177. 25. ἡ δέ μίτρα—φαεινόν] V. Lehrs.)
179

190. ἐπιμάσσεται] παρὰ τὸ μῶ μαίω μάω, ὡς νῶ ναίω νάω· ἀφʼ οὗ καὶ ὁ μαστός καὶ ἡ μάσταξ.

191. φάρμαχʼ] τὰ φέροντα ἄκεσιν. εἴρηται δὲ ἀπὸ τῶν ἀνθῶν· καὶ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὴν ἐκ τῆς βαφῆς στό- μωσιν Φαρμάσσειν φησίν. τρεῖς δὲ φαρμάκων ἰδέαι· ἐπίπαστα, ὡς ἐπὶ Μενελάου· χριστὰ, “ἰοὺς χρίεσθαι·” πότιμα, ὡς ἐπὶ Ἑλένης. τρεῖς βελουλκίας οἶδεν· ἐξολκὴν, ὡς ἐπὶ Μενελάου· ἐκτομὴν, ὡς ἐπὶ Εὐρυπόλου· διωσμὸν, ὡς ἐπὶ Διομήδους. τὸ δὲ παύσῃσιν ἀντὶ τοῦ παύσειεν ἂν, ὡς τὸ “ἰχθὺς ὅς κε φάγῃσιν” (Il. 21, 127), ὅτι καὶ τοῦτο οὕτως λέγει ἀντὶ τοῦ ὃς φάγοι ἄν.

195. ὄφρα ἴδῃ —] ὁ ἀστερίσκος καὶ ὁ ὀβελὸς, ὅτι νῦν παρέλκει· ὁρᾷ γὰρ ὁ κῆρυξ τὴν χρείαν τοῦ Μαχάονος. Μαχάων δὲ οὗτος υἱὸς Ἀσκληπιοῦ καὶ Ἀρσινόης ἢ Κορωνίδος, κατὰ δέ τινας Ἠπιόνης τῆς Μέροπος, κατὰ δὲ Ἡσίοδον (Theog. 356) Ξάνθης. Ἀσκληπιὸς δὲ εἴρηται παρὰ τὸ ἀσκεῖν καὶ ἤπια τὰ μέλη ποιεῖν.

* Ἀτρέος υἱόν] γρ. ἀρχὸν Ἀχαιῶν.