Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

243. ἔστητε] Πτολεμαῖος ψιλοῖ, ἐπεὶ γίνεται στῆτε, τὸ δὲ ἀπο- πῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔστιν, ἀλλ᾿ ἐκ τοῦ ἕστατε ἔκτασις ἐγένετο τοῦ ᾱ εἰς η· στάτε δὲ οὐ γίνεται. ἔνθεν δύναται δασύνεσθαι· τὸ γὰρ αὐτό ἐστι τῷ ἑστήκαμεν τὸ ἔστατε.

*ὅτι μετείληπται τὸ ᾱ εἰς τὸ η ἀντὶ τοῦ ἕστατε.

244. ἡ διπλῆ διὰ τὸ ἐλλείπειν τὴν διά πρόθεσιν, ἵνʼ ᾖ διὰ πεδίου.

245. *ἄρα τίς σφι] οὕτως Ἀρίσταρχος μετὰ τοῦ σ, τίς σφι.

246. * ἕστητε] ὅτι πάλιν ἀντὶ τοῦ ἕστατε.

247. *αἱ διαστολαὶ ἐλθέμεν, θαλάσσης.

249. αἴ κʼ ὔμμιν] οὕτως τὸ αἴ κʼ ὔμμιν διὰ τοῦ κ δεῖ συναλεί- φειν· ἔστι γὰρ Αἰολικὴ ἡ ἀντωνυμία.

251. ἐπὶ Κρήτεσσι] ὅτι ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὡς ἐπὶ Κρῆτας. ἀνὰ οὐλαμὸν ἀνδρῶν] ἀνὰ τὸν θόρυβον, κατὰ τὴν συνέλευσιν καὶ ἄθροισιν τῶν ἀνδρῶν. οὐλαμὸς δὲ τάξις συνεστηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν.

253. ἐπὶ τὸ τέλος τοῦ στίχου διαστολὴ βραχεῖα· κοινὸν γὰρ τὸ ὤτρυνε φάλαγγας.

254. φάλαγγας] τάξεις τῶν στρατιωτῶν εἶπεν ὁ ποιητὴς, ἐπειδὴ τὸ παλαιὸν ξύλοις ἐμάχοντο. φάλαγγας δὲ τὰ ξύλα ἐκάλουν οἱ ἀρχαῖοι. ἔτι γοῦν καὶ ἡμεῖς τὰ ἐκ τῶν ξύλων οἰκοδομήματα φάλαγ- γας καλοῦμεν.

260. * ἐνὶ κρητῆρσι] Ἀρίσταρχος ἑνικῶς ἐνὶ κρητῆρι.

τὸ κέρωνται οὐκ ἐκ περισπωμένου ἐνεστῶτος, ἀλλ᾿ ἐκ βαρυτόνου τοῦ κέρω, ὅπερ οὐκ ἔστιν εὑρεῖν ῥᾳδίως.

[*](6. πειστέον Bastius] πιστέον 20. ὔμμιν] ὕμμιν, ut ubique. 15. ἡ διπλῆ Bekk.] ὅτι ἡ διπλῆ 29. *ξύλοις] οὐ ξύλοις)
183

262. δαιτρόν] ὅτι διὰ παντὸς αἱ τράπεζαι παρέκειντο, καὶ πλήρη τὰ ποτήρια τοῖς ἐν τιμῇ ἔκειτο, τοῖς δὲ ἄλλοις πρὸς μέρος ἐνεχεῖτο.

269. διὰ τοῦ ν τὸ σύν γʼ ὅρκια. οὐ γὰρ συνῆπται· ἐπὶ δὲ τῶν συνθέτων αἱ μεταβολαί.

273. ἦλθε δʼ ἐπʼ Αἰάντεσσι] ὅτι ἡ τάξις Ἰδομενέως πλησίον Αἴαντος, πρὸς τοὺς ὑποτάσσοντας τοῖς Ἀθηναίοις τὸν Τελαμώνιον (Il. 2, 557).

274. νέφος] τὸ πυκνὸν καὶ καταπληκτικὸν τῆς φάλαγγος μιᾷ λέξει περιέλαβεν, εἰκάσας μέλανι καὶ σκυθρωπῷ νέφει. ἀπὸ δὲ τῆς μεταφορᾶς καὶ εἰκόνα πεποίηκεν.

276. Ζεφύροιο] ὅτι ἀπὸ τοῦ ζόφου πνεῖ. ζόφον δὲ τὴν δύσιν ἐκάλουν οἱ ἀρχαῖοι.

277. * ἰόντι] Ἀρίσταρχος ἐόντι.

μελάντερον ἠΰτε πίσσα] ὅτι ἰδίως εἴρηκεν οὔτε μελάντερον πίσσης οὔτε μέλαν ὡς πίσσα, κέχρηται δὲ τῷ συγκριτικῷ ἀντὶ ἁπλοῦ. τὸ δὲ ἰόντι Ἀρίσταρχος διὰ τοῦ ε, ὁ δὲ Ζηνόδοτος διὰ τοῦ ῑ. στικτέον δὲ μετὰ τὸ μελάντερον, ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον ἠΰτε πίσσα, ἵνʼ ᾖ τῷ αἰπόλῳ πόρρω διατελοῦντι μελάντερον αὐτῷ κατα- φαίνεται τὸ νέφος καὶ ὅμοιον πίσσῃ.

279. ὑπό τε σπέος ἤλασε μῆλα] κύουσα γὰρ ἡ ὄϊς, ἐὰν ἔξω ἀκούσῃ βροντῆς, ἐκτιτρώσκει.

282. κυάνεαι σάκεσιν] ὅτι Ζηνόδοτος γράφει ἡρώων σάκεσιν. γέγονε δὲ ἀντιπαράθεσις τοῦ μέλανος νέφους πρὸς τὸ κυάνεαι· τοῦτο δὲ οἷον πυκναί. αἱ γὰρ ἀραιαὶ νεφέλαι διαυγεῖς. διασταλτέον δὲ βραχὺ ἐπὶ τὸ σάκεσιν, ἵνα διὰ μὲν τὰ ὅπλα καταπληκτικαὶ ὦσι, τοῖς δὲ δόρασι πεφρικυῖαι, τουτέστιν ὠρθωμένα ἔχουσαι τὰ δόρατα. ἡ ἑτέρα δὲ τῶν Ἀριστάρχου βεβριθυῖαι εἶχεν· καὶ μήποτε λόγον ἔχει, ὡς ἐκεῖ “βεβρίθει δὲ σάκεσιν” (Od. 16, 474).

285. Ἀργείων ἡγήτορε] τοῦτο προτρεπτικῶς. ἢ πρόμαχοι καὶ ἡγούμενοι τῶν ἄλλων Ἑλλήνων ἐν ταῖς μάχαις.

286. διαστολὴ ἐπὶ τὸν μέν, ἐπὶ δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος.

[*](4. συνθέτων] συν 24. ἀραιαὶ] ἀραιαὶ 8. Hoc scholion versui 277 26. δόρατα] δώρατα adscriptum cum lemmate μελάντε- 27. Verba ἡ ἑτέρα τῶν ἀριστάρ ρον ἠΰτε πίσσα. βεβριθυῖαι εἶχεν in marg. inter. re- 15. μέλαν ὡς] μέλανος petita sunt. 20. * ἡ ὄϊς] ἡ om.)
184