Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

394. *οὕτως Μαίων βαρυτόνως, εἰς ἀποφυγὴν τοῦ ἐθνικοῦ.

τὸν Μαίονά τινες στοχάζονται κήρυκα γεγονέναι διὰ τὸ μόνον αὐτὸν σωθῆναι· ἱερὸν γὰρ ἦν τὸ γένος τῶν κηρύκων, διὸ φορτικὸν ἦν ἐνυβρίζειν αὐτούς· ὅθεν καὶ παροιμία ἐλέχθη τὸ “πρέσβις οὐ τύπτεται οὐδὲ ὑβρίζεται.”

395. * Πολυφόντης] γράφεται Λυκοφόντης.

400. Ἀντίμαχός φησιν παρὰ συφορβοῖς ἀνατετράφθαι Τυδέα· καὶ Εὐριπίδης, “οὐκ ἐν λόγοις ἦν δεινὸς (Suppl. 902.) ἀλλʼ ἐν ἀσπίδι.” πιθανῶς δὲ προφυλαξάμενος ἀγορητὴν αὐτόν φησιν, ἵνα πρὸς τὴν ἀπολογίαν ὀκνήσῃ· διὸ οὐδὲν προσφθέγγεται ὁ Διομήδης.

[*](4. ἰστέον] ἡ διπλῆ Cobetus. 21. Διομήδη] διομη hic et alibi. 5. κατάσκοποι delet Friedl. 22. τοῦ ἐθνικοῦ] Quod in codicibus ἀναφορὰ Bekkerus] διαφορὰ constanter Μῃόνες et Παιόνες. 8. *αἱ] om. 25. πρέσβις] Sic A, non πρέσβυς, 14. ἀντὶ τοῦ ἄγγελον] Conf. schol. ut Vill. ad 3, 206. 18. Θηβαῖοι Bekkerus] ἀχαιοί 30. αὐτόν] *τὸν Διομήδην)
190

* σὺν τῷ ν ἀμείνων Ἀρίσταρχος, ἵνα καθʼ ἑαυτὸ λέγηται ἐπιπλη- κτικῶς. ἐλλείπει δὲ τὸ ἔστι ῥῆμα.

404. *μὴ ψεύδε᾿] τὸ πλῆρές ἐστι μὴ ψεύδεο· ἀρκεῖ οὖν ἡ ὀξεῖα.

405. ἡμεῖς τοι] περὶ ἑαντοῦ λέγει Σθένελος καὶ Διομήδους· οὗτοι γὰρ μόνοι τῶν ἐπιγόνων ἐστρατεύκεισαν ἐπὶ Ἴλιον. ἐπίγονοι δὲ ἐκλήθησαν τῶν ἐπὶ Θήβας στρατευσαμένων οἱ παῖδες.

407. ἀπὸ τούτου ἕως τοῦ κεῖνοι δὲ σφετέρῃσιν (409) ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἐπιλύει τὸ διὰ τῶν προειρημένων λεγόμενον. καὶ εἰ μὲν ἐφʼ ἑαυτοῦ καὶ τοῦ Διομήδους λέγει ἀγαγόντε, ὑγιῶς τὸ δυϊκὸν παρείληπται, ψεῦδος δὲ περιέχει· οὐ γὰρ μόνοι ἐπεστράτευσαν· εἰ δὲ ἐπὶ πάντων τῶν στρατευσάντων, συγχεῖται τὸ δυϊκὸν καὶ ἐκλύεται ἡ ἀλκή· γίνονται γὰρ οἱ πατέρες ἀλκιμώτεροι, οὗτοι δὲ διὰ τὸ τοὺς θεοὺς συνεργεῖν πεπορθηκότες.

Ἄρειον] ἤτοι τὸ Ἄρεως ἱερὸν, ἢ τοῦ ἐν Τροίᾳ· ὅπερ καὶ βέλτιον.

410. Ἀρίσταρχος ἓν ποιεῖ τὸ ἔνθεο ἀντὶ τοῦ ἔνθου, ἵνα γένηται Ἀττικὸν, ὅμοιον τῷ “μὴ ψεῦσον ὁ Ζεῦ.” (Arist. Thesm. 870.) Ἀπολλώνιος δὲ διαστέλλει τὸ ἐν, ἵνα γένηται ἐν ὁμοίᾳ.

412. ἧσο] οὐκ ἔπρεπεν αὐτὸν εἰς πόλεμον προερχόμενον καθέζεσθαι. βέλτιον οὖν λέγειν τὸ μετὰ σιωπῆς ἧσο.

*δασυντέον τὸ ἧσο.

ὅτι προσφώνησίς ἐστι φιλεταιρικὴ ἀμετάφραστος καὶ ἀμετά- ληπτος. λέγουσι δὲ αὐτό τινες ἐπίρρημα σχετλιαστικόν· οἱ δὲ κατὰ πάθος ἀπὸ τοῦ τέτλαθί φασιν εἶναι· οἱ δὲ, ὡς βάπτω βαπτίζω, οὕτως τέπτω τέττω τεττίζω καὶ τιτίζω· ἤδη γάρ τινες ἀξιοῦσι γράφειν “ἔνθʼ ὅγε τοὺς ἐλεεινὰ κατήσθιε τιτίζοντας” (Il. 2, 314) ἐξ αὐτοῦ τέττης, καὶ κλητικὴ τέττα. οὕτω Σωτηρᾶς.

416. *ὅτι θηλυκῶς τὴν Ἴλιον.

421. ὀρνυμένου] τοῖς ἄνω προσδοτέον τὸ ὀρνυμένου, καὶ στικτέον μετʼ αὐτὸ τελείῳ. δύναται δὲ καὶ τοῖς ἑξῆς προσδιδόναι τις αὐτὸ, τελείας στιγμῆς πρὸ αὐτοῦ οὔσης, ἵνʼ ᾖ ὁ λόγος, ὁρμῶντος αὐτοῦ καὶ τὸν ἀνδρεῖον φόβος κατέλαβεν.

423. Ζεφύρου ὕπο κινήσαντος] Πτολεμαῖος ὁ τοῦ Ἀριστονίκου καὶ Νικίας καὶ Τυραννίων ἀναστρέφουσιν· οἱ δὲ ἄλλοι παρέλκειν [*](1. ἐπιπληκτικῶς Bekkerus] ἐκ- 26. Σωτηρᾶς (σωτήρας A)] For- πληκτικῶς tasse Σωτηρίδας: v. Thes. 7 p. 1743. 5. * μόνοι] ἔκγονοι 29. μετʼ οὐτὸ Friedl.] πρὸ αὐτοῦ 24. Rectum est τιττίζω.)

191
φασὶ τὴν πρόθεσιν, ἔνθεν καὶ φυλάσσεται ὁ τονος ὁμοίως τῷ “ἔσκεν ὑφηνίοχος” (Il. 6, 16) καὶ “Ποσειδάωνος ὑποδμώς” (Od. 4, 386).

426. *ἐὸν] Ἀρίσταρχος διὰ τοῦ ῑ ἰόν.

ἀποπτύει δʼ ἁλὸς ἄχνην] πτύελος γὰρ τῆς θαλάσσης ἐστὶν ὁ ἀφρὸς ὃν ἐρευγομένη ἐκχεῖ. ἄλλοι δὲ καὶ φυκίον φασίν.

429. ἡ διπλῆ, ὅτι ὡς πρὸς ὑποκείμενον πρόσωπον λέγει οὐδέ κε φαίης ἀντὶ τοῦ οὐδὲ φαίη τις ἄν. τὸ δὲ ἑξῆς ἐστὶν, οἱ δʼ ἄλλοι ἀκὴν ἴσαν σημάντορας δεδιότες. τὰ δὲ ἄλλα διὰ μέσου.

433. πολυπάμονος] πάματα καλεῖται παρὰ Δωριεῦσι τὰ κτήματα καὶ πάσασθαι τὸ κτήσασθαι, ἐκτεινομένου τοῦ ᾱ.