Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

345, 346. οὗτοι ἐν μὲν τοῖς ὑπομνήμασιν οὐκ ἀθετοῦνται, ἐπαιτι- [*](5. ἡ διπλῆ] ὅτι ἡ διπλῆ A. Simi- 19. ἀλλʼ Ὀδυσσεὺς Διομήθης liter alibi interdum, ut p. 181, 9. seclusit FrieIdl. 6. καὶ ὅτι—ἀκούειν] ὅτι δὲ ἡ κατὰ 30. λείπει] Post infinitivum ἔδμε- Ἀρίσταρχον ἔχει καὶ τὸ Ἀχαιῶν ἄμει- ναι νον ἀκούειν. Correxit Cobetus. 31. Lemma ἔνθα φίλʼ ὀπταλέα.)

188
ῶνται δὲ αὐτοὺς οἱ ἡμέτεροι ὡς ἀπρεπῶς καὶ παρὰ τὰ πρόσωπα εἰς κρεάδιον ὀνειδίζοντος τοῦ Ἀγαμέμνονος.

346. * δασυντέον τὸ μελιήδέος.

350. ἕρκος ὀδόντων] ὁποῖον τοῦτον λόγον ἐτόλμησας τῷ στόματί σου εἰπεῖν. ἕρκος γάρ φησι τὸ περίφραγμα τῶν ὀδόντων, τὰ χείλη περιφραστικῶς.

351. ἀμφίβολος ἡ ἀνάγνωσις. ἤτοι γὰρ εἰς τὸ μεθιέμεν διαστολὴ, στιγμὴ δὲ τελεία εἰς τὸ Ἄρηα· ἢ εἰς τὸ μεθιέμεν τελεία στιγμὴ, ὑποστιγμὴ δὲ εἰς τὸ Ἄρηα· ὃ καὶ βέλτιον, ἵνα λέγῃ τότε φανήσεσθαι ἀνδρεῖος, ὁπόταν πόλεμος ᾖ.

354. Τηλεμάχοιο] ὅτι προτετυπωμένως τὰ κατὰ τὴν Ὀδύσσειαν μνημονεύει τοῦ Τηλεμάχου. τοῦ αὐτοῦ ἄρα ποιητοῦ καὶ ἡ Ὀδύσ- σεια.

357. * γνῶ χωομένοιο] πρὸς τὸ σχῆμα, ὅτι τῇ γενικῇ ἀντὶ τῆς αἰτιατικῆς.

367. * οὕτως ἑστήκει Ἰακῶς Ἀρίσταρχος.

376. Οἰδίπους ἀποβαλὼν Ἰοκάστην ἐπέγημεν Ἀστυμέδουσαν, ἥτις διέβαλε τοὺς προγόνους ὡς πειράσαντας αὐτήν. ἀγανακτήσας δὲ ἐκεῖνος ἐπηράσατο αὐτοῖς διʼ αἵματος παραλαβεῖν τὴν χώραν. καὶ παρέδωκε τὴν βασιλείαν αὐτοῖς· Ἐτεοκλῆς δὲ ὁ υἱὸς αὐτοῦ ἐξέβαλε Πολυνείκην τὸν ἀδελφὸν αὑτοῦ ὡς πρεσβύτερος· παραγενό- μενος δὲ οὗτος εἰς Ἄργος εὗρε Τυδέα φυγάδα· βοηθῶν γὰρ κἀκεῖνος τῷ πατρὶ, τὸν ἐναντιούμενον ἀποκτείνας ἀνεψιὸν ἔφυγεν. Ἄδραστος δὲ θεασάμενος αὐτοὺς ἠμφιεσμένους θηρῶν δορὰς, Τυδέα μὲν συὸς, Πολυνείκην δὲ λέοντος, συνέβαλε τὸν χρησμόν· ἦν γὰρ αὐτῷ δεδομένος κάπρῳ καὶ λέοντι ζεῦξαι τὰς θυγατέρας. καὶ δίδωσι Τυδεῖ μὲν Δηϊπύλην, Ἀργείαν δὲ Πολυνείκει. πέμψας δὲ εἰς Μυκήνας συμμαχίαν ᾔτει ἐπὶ Θηβαίους. Θυέστης μὲν οὖν προθύ- μως ἐδίδου, σημεῖα δὲ αὐτὸν ἐκώλυσε φαῦλα. ἐπελθόντες οὖν ἐν ταῖς Θήβαις οἱ Ἀργεῖοι πέμπουσι πρεσβευτὴν Τυδέα, ὃς κατα- λαβὼν γυμνικὸν ἀγῶνα καὶ συμμαχούσης Ἀθηνᾶς νικᾷ τὰ πάντα, [*](1. οἱ ἡμέτεροι] Id est Aristarchei: 19. ἐπηράσατο Bekk.] ἐπειράσατο quorum errorem notavit Cobet. 21. αὑτοῦ] αὐτοῦ Mnem. novae vol. 2 p. 170. 26. * καὶ ante δίδωσι] om. 10. ἀνδρεῖος Bekk.] ἀνδρείως 28. *οὖν] om. ὁπόταν] ὁππόταν 30. οἱ Bekk.] οἱ γὰρ 14. Lemma γνῶ χωομένοιο om.)

189
ὑποστρέφων δὲ πεντήκοντα νεανίας ἐνεδρεύοντας αὐτὸν συλλαβεῖν ἀναιρεῖ.

377. γράφεται καὶ “κεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκει.” τὸ δὲ ἀγείρων παρατατικῶς. ἰστέον δὲ ὅτι ἐπὶ τὰς τοιαύτας λειτουργίας δύο ἐπέμποντο κατάσκοποι πρέσβεις. ἡ ἀναφορὰ δὲ, ὅτι οὐδὲ ὁ Φοῖνιξ ἐν ταῖς λιταῖς πρεσβεύει.

378. Θῆβαί εἰσιν αἱ πᾶσαι τρεῖς, ὧν μέμνηται ὁ ποιητής· καὶ μία μὲν ὧν ποιεῖται νῦν λόγον· αἱ Ὑποπλάκιοι, ὧν μέμνηται ἐν τῇ A καὶ τῇ Z, καὶ αἱ Αἰγύπτιαι, περὶ ὧν φησὶν ἐν τῇ I.

383. εἰ μὲν τὸ λέχος ἔγκειται, τροπῇ λεχοποίην λεχεποίην· εἰ μὴ τὸ λέχος ἔγκειται, ἐχεποίην, πλεονασμῷ τοῦ λ. ὥστε εἰ μὲν τὸ ἔχειν ἔγκειται, πλεονασμὸς, εἰ δὲ τὸ λέχος, ἀντίθεσις, πρὸς τὴν διάφορον ἐτυμολογίαν διάφορον πάθος.

384. *ἀγγελίην] ὅτι ἀντὶ τοῦ ἄγγελον.

*τὸ ἐπί περιττόν.

ἀγγελίην ἔπι] πλησιάσαντες τοῖς Θηβαίοις οἱ Ἀχαιοὶ ἔπεμψαν τὸν Τυδέα πρὸς αὐτοὺς, ἐντευξόμενον δηλονότι αὐτοῖς τοῖς Θηβαίοις περὶ ὧν ἐνόμιζον ἐγκαλεῖν οἱ Θηβαῖοι.

386. βίης Ἐτεοκληείης] περιφραστικῶς, τοῦ Ἐτεοκλέους.

390. ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα ὑγιῶς τέτακται, ἐν δὲ τῷ τῆς Ἀθηνᾶς πρὸς τὸν Διομήδη λόγῳ (Il. 5, 808) οὐκέτι.