Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

439. ὦρσε δὲ τοὺς μὲν Ἄρης] αἱ διπλαῖ, ὅτι διὰ μέσου τῶν Τρωϊκῶν θεῶν τέταχε τὴν Ἀθηνᾶν, καὶ ὅτι Δεῖμος καὶ Φόβος Ἄρεως υἱοί. πλανηθεὶς δὲ Ἀντίμαχος ἵππων Ἄρεως ὀνόματα ἀποδέδωκεν “Δεῖμός τʼ ἠδὲ Φόβος πόδας αἰνετὼ, υἷε θυέλλης.”

440. ἄμοτον] ἀπλήρωτον. ἀφʼ οὗ καὶ μότα τὰ ἐπιτιθέμενα τοῖς κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρωσιν τῆς σαρκός.

448. χαλκεοθωρήκων] ὅτι ἐξ ἐπαναλήψεως λέγει ἀτὰρ ἀσπίδες· προείρηκε γὰρ “σύν ῥʼ ἔβαλον ῥινούς.”

449. ὀρυμαγδός ἐστι πολέμου ἦχος, ἔχων κτύπον ὅπλων, στρα- τιωτῶν ἀλαλαγμὸν, ἡγητόρων παράκλησιν, εὐχὴν ἀγωνιώντων, οἰμω- γῆν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν οὖν ὀρυμαγδὸς ἔνθα ὄρνυται ὅμαδος.

451. * ὅτι πρὸς τὸ δεύτερον πρῶτον ἀπήντηκεν· ἡ γὰρ εὐχωλὴ τῶν ὀλλύντων.

452. Πτολεμαῖος ὁ Ἀσκαλωνίτης παροξύνει, ἐπεὶ τὸ ἑνικόν ἐστι χειμάρρους· Νικίας δὲ ὡς εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροος ᾖ γεγονὸς, εἴ γε μᾶλλον ἐντελέστερον. οἶδε δὲ τὸ ἑνικὸν ἐν τῇ συνθέσει ἤπερ τὸ συνηλειμμένον· “ὅσσους Ἑλλήσποντος ἀγάρροος” (Il. 2, 845) “στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ” (Il. 5, 598) “ἐς ποταμὸν εἰλεῦντο βαθύρροον” 21, 8) “ἀψορρόου Ὠκεανοῖο” (Il. 18, 399). σπανίως δὲ τὸ ἕτερον· ʼχειμάρρους κατʼ ὄρεσφιν ὄπαζεν” (Il. 11, 493) “ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ” (Il. 5, 87). τὸ [*](12, 13. Ἄρεως] ἄρεος, ut p. 190, 372] οἱ δὲ 13. 28. συνηλειμμένον Bekkerus] συν- 15. *ἐπιτιθέμενα] ἐπιθέματα ειλημμίνον 27. οἶδε δὲ Lehrsius Arist. p.)

192
μέντοι γε ἀπλοῦν ἀεὶ ἐντελῶς ἀποφαίνεται ῥόος· “ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος” (Il. 21, 241).

453. *μισγάγκειαν] τὸ ἄγκος εἰς ὃ μίγνυνται οἱ ποταμοί.

454. χαράδρης] τῆς ἐγχαράξεως τοῦ ἐδάφους τῆς γιγνομένης ἀπὸ τῶν καταφερομένων ὀμβρίων ὑδάτων. εἴρηται δὲ ἀπὸ τοῦ οἱονεὶ ἐγκεχαράχθαι τῇ φορῷ τοῦ ὕδατος.

456. *φόβος] ὅτι τὴν μετὰ δέους φυγὴν φόβον εἴρηκεν.

*Ἀρίσταρχος ἰαχή τε πόνος τε· οὐ γὰρ γέγονέ πω φυγή.

457. πῶς οὐκ Αἴας πρῶτος ἢ Διομήδης ἀριστεύει; καί φασιν ὅτι Πύλιοι πρῶτοι συνέρρηξαν. ἄλλοι δὲ, ὅτι ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμος καὶ ταχὺς ὑπόκειται, εἰκότως καὶ φονεύει πρῶτος. ἐμοὶ δὲ δοκεῖ ἀπʼ ἐλάσσονος ἦρχθαι τὸν ποιητὴν, τὸ τῆς τύχης αἰνισσόμενος κράτος.

457, 458. συναπτέον κορυστὴν ἐσθλόν, ἵν ᾖ τὰ ἑξῆς, ἔκτεινεν ἐν προμάχοις.

ὅτι οὐ κατὰ τὸ τυχὸν πρῶτον Ἀντίλοχον ἀναιροῦντα παράγει, ἀλλʼ ὅτι τάχιστον αὐτὸν προσυνίστησι διὰ τῶν ἄλλων καὶ εὐκίνητον.

458. * Θαλυσιάδην· Ἐχέπωλον] ὅτι ἄδηλον πότερον κύριον, ὁ Θαλυσιάδης ἢ ὁ Ἐχέπωλος.

κύριον τὸ δεύτερον· ἐπιθετικῶς γὰρ ὅτε φησί, ταχύπωλον λέγει καὶ αἰολοπώλους, καὶ πατρωνυμικοῖς ἀντὶ κυρίων οὐ χρῆται ὅτι μὴ ἐπὶ τοῦ “καὶ Ἀργεάδην πολύμηλον” (Il. 16, 417).

463. ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε· τοὺς γὰρ πόδας τοῖς πολε- μίοις δέδωκεν.

465. διαστολὴ βραχεῖα βελέων· τἄλλα δὲ συναπτέον, λελιη- μένος ὄφρα τάχιστα.