Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

319. Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων ἐπολέμουν περὶ τὸ καλούμενον ὄρος Ἀγκαῖον· Νέστωρ δὲ μονομαχήσας ἐκ προκλήσεως Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ ὡς ἔνιοι Ἀφείδαντος ἀνεῖλε, καὶ ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν. οἱ δὲ Ἀρκάδες ἔτι σκαρίζοντος τοῦ Ἐρευθαλίωνος ἐφορμήσαντες τοῖς Πυλίοις συν- έβαλον, καὶ οὕτως ἐνίκησαν. θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ τόδε τὸ ἐπίγραμμα· “ἐνθάδ᾿ Ἐρευθαλίωνι φίλοις τʼ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆς, γένος ἔξοχον Ἱππομέδοντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμά- σαντο.” ἱστορεῖ Ἀρίαιθος. κατέκταν δὲ μετὰ τοῦ ν αἱ Ἀριστάρχου, καὶ ἐν ἐκτάσει τοῦ ᾱ Δωρικῇ οὔσῃ, ὡς ἔβαν ἐγώ. ἡ γὰρ χρῆσις τοιαύτη ἦν παρὰ Ἀττικοῖς· παρὰ γὰρ τὸ κτῶ καὶ κτῆμι κινήματα ἱκανὰ ἐξέπιπτεν· δεύτερος μὲν αὐτὸς ἀόριστος, ὀφείλων εἶναι κοι- νῶς ἔκτην, γινόμενος δὲ κατὰ Δωρίδα ἔκταν, ὃς ἐν χρήσει ὁρᾶται Ἀττικοῖς. Εὐριπίδης Πλεισθένει “οὐ τὸν σὸν ἔκταν πατέρα, πολέμιόν γε μήν·” Αἰσχύλος δὲ Παλαμήδει “τίνος κατέκτας ἕνεκα [*](3. ἑαυτὸ] ἑαυτὸν Friedl. Nic. p. 23. βασιλῆς Vill.] βασιλῆες 12. 24. *οἵ ποτε] εἴ ποτε 13. ὁμοιίου] ὁμοίιον. 26. Δωρικῇ οὔσῃ Bekkerus] δω- 17. Ἀγκαῖον] Λύκαιον Bekkerus. ρικὴ οὖσα 19. *οἱ δὲ Ἀρκάδες] om. 31. Παλαμήδει] παλαμίδῃ * ἔτι] ἔτι δὲ)

186
παῖδʼ ἐμὸν βλάβης,” καὶ ἐν Σεμέλῃ ἢ ὑδροφόροις “Ζεὺς ὃς κατέκτα τοῦτον.” ἐπίσταται ὁ ποιητὴς καὶ τὸ πληθυντικόν “ἡμεῖς ἕρμα πόλιος ἀπέκταμεν” (Od. 23, 121) καὶ τρίτον πρόσωπον πληθυντικὸν πρώτου ἀορίστου παθητικοῦ κατὰ συγκοπήν “οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισι” (Od. 4, 537) καὶ μέσον δεύτερον ἀόριστον “Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος” (Il. 15, 437), ᾦ ἀκόλουθον ἀπαρέμφατον τὸ “κτάσθαι τε πολίτας” (ib. 558)· μετοχαί τε σημαίνουσαι τὸ κτῆμι, τε κτάς καὶ κτάμενος, ἀπαρέμφατόν τε ἐνεργητικὸν τὸ κτάμεναι. ὑγιῶς ἄρα Ἀρισταρχος ἔκταν γράφει, ὡς ἔκταν ἐγώ.

*οὕτως Ἡρωδιανὸς μετὰ τοῦ ν, κατέκταν.

320. ἀλλʼ οὔ πως ἅμα πάντα] ὁ ἀστερίσκος καὶ ὁ ὀβελὸς, ὅτι εἰ ἀμφότερα αἱρετὰ ἔκρινεν ὁ Νέστωρ, καὶ τὸ γῆρας καὶ τὴν νεότητα, εὐλόγως ἂν ἔλεγεν ἅμα πάντα. μετενήνεκται δὲ ἐξ ἄλλου τόπου, ὅπου φησὶν “ἀλλ᾿ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ἄλλῳ δʼ ἐν στήθεσσιν” (Il. 13, 729).

* ἱκάνει] Ἀρίσταρχος γῆρας ὀπάζει, ἐπείγει, ἐλαύνει. ἀπὸ δὲ τοῦ κατόπιν ἐσχημάτισται.

324, 325. ὁπλότεροι] ὅτι παραλλήλως νεώτεροι μὲν ἀντὶ τοῦ νέοι, ὁπλότεροι δὲ συγκριτικῶς ἀντὶ τοῦ ἐμοῦ νεώτεροι. οὐδέποτε γὰρ ἀντὶ τοῦ νέοι εἴρηκε τὸ ὁπλότεροι· τὸ δὲ νεώτεροι κατʼ ἀμφοτέρων τίθεται παρʼ αὐτῷ, καὶ συγκριτικῶς καὶ ἀπολελυμένως.

327. Πετεῶο] ἰστέον ὅτι τούτου τοῦ ὀνόματος ἡ ἀνάλογος εὐθεῖά ἐστιν ὁ Πετεός τοῦ Πετεοῦ ὡς ἐνεός ἐνεοῦ, καὶ Ἀττικῶς κατʼ ἐπέκ- τασιν τοῦ ὁ εἰς τὸ ω γέγονε Πετεώς, εἶτα ἡ γενικὴ τοῦ Πετεῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ο γέγονε Πετεῶο.

328. μήστωρες ἀϋτῆς] δυνάμενοι κατὰ μάχην μήσασθαι, ὅ ἐστι βουλεύσασθαι, ἀφ᾿ οὗ ἐπιστήμονες μάχης. οὐκ ἐπεξεργάζεται δὲ τὸ τακτικὸν τοῦ Μενεσθέως· ἠρκέσθη γὰρ Νέστορι.

329. * οὕτως Ἀρίσταρχος Ἰακῶς ἑστήκει.

331. ὅτι τὸ ἀκούετο ἀντὶ τοῦ ἤκουεν, καὶ ὅτι πτῶσις ἤλλακται· οὐ γάρ πω αὐτοῖς ἤκουεν ἀντὶ τοῦ αὐτῶν.

[*](9. ἐνεργητικὸν hoc loco Lehr- alibi saepe. sius: legebatur post μέσον δεύτερον 16. πολεμήϊα] πολέμων ἀόριστον. 25. ἐνεὸς ἐνεοῦ (*ἐννεὸς ἐννεοῦ)] ὑγιῶς] ὑγειῶς ut p. 189, 19, et νεὸς νεοῦ)
187

333. ?? Ἀρίσταρχος χωρὶς τοῦ θ Τρώων ἱπποδάμων. τὸ δὲ Ἀχαιῶν ἄμεινον ἀκούειν ἐπʼ Ἀχαιούς.

334. πύργος] τάξις· συνέστηκε δὲ ὁ πύργος ἐκ τ ἑξήκοντα ἀνδρῶν ὁ δὲ τρόπος μεταφορά.

335. ἡ διπλῆ πρὸς τὸ σχῆμα, διότι ἐλλείπει ἡ ἐπί καὶ πτῶσις ἐνήλλακται· ἔστι γὰρ ἀντὶ τοῦ ὡς ἐπὶ Τρῶας ὁρμήσειεν. καὶ ὅτι κατʼ Ἀρίσταρχον ἄμεινον ἔχει τὸ Ἀχαιῶν ἀκούειν ἐπʼ Ἀχαιούς· πιθανὸν γὰρ ἐπιμένειν τοὺς Ἕλληνας ἕως ἂν προεπιχειρήσωσιν αὐτοῖς οἱ βάρβαροι καὶ τρόπον τινὰ δεύτερον μετὰ Πάνδαρον παρασπον- δήσωσιν. διὸ καὶ μήποτε ἄμεινον ἐν τῇ πολυστίχῳ φέρεται “ἕστασαν ὁππότε κέν τις ἐναντίον ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καἰ ἄρξειεν πολέμοιο.”

339. κεκασμένε] ἐπὶ κακοῦ “ἐκέκαστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε” (Od. 19, 305).

*ὅτι Ζηνόδοτος γράφει φαίδιμʼ Ὀδυσσεῦ. ἀσυμφώνως δὲ τῇ ἐπιπλήξει φαίδιμος ἄν νῦν λέγοιτο.

343. ὅτι συλληπτικῶς τὸ τῷ Ὀδυσσεῖ συμβεβηκὸς καὶ ἐπὶ τοῦ Μενεσθέως κεκοινοποίηκεν· οὐ γὰρ ὁ Μενεσθεύς ἐστι τῶν ἑπτὰ γερόντων, ἀλλ᾿ Ὀδυσσεὺς, Διομήδης, οὐδὲ σὺν τῷ Ἀγαμέμνονι εὐωχεῖται. καὶ ὅτι ἀκουάζεσθον εἶπε τροπικῶς ἀντὶ τοῦ ἐπαισθά- νεσθαι, ἐπεὶ ἡ ἀκοὴ εἶδός ἐστιν αἰσθήσεως, καὶ τὸ “οὐδὲ πληγῆς ἀΐοντες” (Il. 11, 532). οὐ λέγει δὲ τῆς ἐμῆς δαιτὸς πρῶτοι ἀκούετε, ἀλλὰ πρῶτοί μου ἀκούετε περὶ δαιτός. οὕτως Ἀρίσταρχος. λείπειν δέ φασι τὴν περί ἐθίμως, ἵνʼ ᾖ οἳ περὶ δαιτὸς πρῶτοι ἐμοῦ μετα- λαμβάνετε. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ ἀντωνυμιῶν (p. 137 ═ 397).

344. δαῖτα γέρουσιν] ὡς τὸ “γερούσιον αἴθοπα οἶνον” (259). αἰσχρὸν δὲ τὸ ἐν συμποσίῳ τοῖς ἀρίστοις καταλέγεσθαι, ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις.

345. * λείπει τὸ ἐστί.