Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

457. νίκη μὲν] ὑπερέβη γὰρ τὸ μετρητὸν Ἀλέξανδρος, καὶ καλούμενος ἄπεστιν· καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος φωνὴν ἐπίκουρον, “εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ” (284)· οὐ γὰρ ἐκτάνθη· Ἀχαιοὶ δὲ τὴν Ἕκτορος, “ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται” (92)· κρείσσων γὰρ ὤφθη Μενέλαος. καὶ γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια. διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου.

459. ἀποτινέμεν] ὅτι Ζηνόδοτος ἀποτίνετον. συγχεῖται δὲ τὸ δυϊκὸν σχῆμα ἐπὶ πλειόνων τιθέμενον· καὶ ἠγνόησεν ὅτι συνήθως τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ χρῆται Ὁμηρος, ἀποτινέμεν ἀντὶ τοῦ ἀποτίνετε.

460. *ὅτι ἡ μετά ἀντὶ τῆς ἐν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ Νικάνορος περὶ τῆς Ὁμηρικῆς στιγμῆς.