Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

2. χρυσέῳ ἐν δαπέδῳ] πῶς τὸν οὐρανὸν πολύχαλκον λέγει καὶ πάλιν χρυσοῦν, ὡς τὸ χρυσέῳ ἐν δαπέδῳ; ἰστέον δὲ ὅτι, ὅταν μὲν στερεὸν βούληται λέγειν, τότε πολύχαλκόν φησιν, ὅταν δὲ καλὸν, χρυσοῦν.

δάπεδον τὸ ὁμαλὸν χωρίον· γήπεδα δὲ τὰ ἐν ταῖς πόλεσι προκεί- μενα ταῖς οἰκίας οἷον κηπίδια· οἰκόπεδα δὲ οἰκίας καταρριφθείσης εἰς ἔδαφος.

τὸ σφισι κατʼ ἔγκλισιν ἀναγνωστέον νῦν, ἵνα εἰς ἀπλῆν ἀντωνυ- μίαν ἡ μετάληψις γένηται. τοῦτο δὲ τὸ παρατήρημα οἱ ἀπʼ Ἀρι- [*](1. Ἡλιόδωρος ἰλιόδωρος 9. * κρείσσων τε γένηται—Μενέ- 2. Χαίριδος Cobetus] Χάριδος λαος] om. 6. * Ἀλέξανδρος] om. 14. ἠγνόησεν] Hoc falsum est: v. 8. *φωνήν ἐπίκουρον] ἐπίκουρον Duentzer. Zenod. p. 80. φωνὴν “οὐ γὰρ ἐκτάνθη] om. 28. καταρριφθείσης] κἆριφθεισ)

167
στάρχου παραγγείλαντες διηνεκῆ τὴν ἀνάγνωσιν οὐκ ἐφύλαξαν. ἀληθὲς γάρ ἐστιν ὅτι ἡ σφίσιν ἐγκλιτικὴ οὖσα εἰς ἀπλῆν μεταλαμ- βάνεται, ὥσπερ καὶ ἐπὶ τοῦ “ἔτι γάρ σφισι κῦδος ὀρέξω” (Il. 17, 453), οὐ μὴν ὀρθοτονουμένη πάντως εἰς σύνθετον· ἔστι γὰρ ὅτε καὶ εἰς ἀπλῆν. εἰς μὲν οὖν σύνθετον οὕτως “αἵ ἑ μετὰ σφίσιν εἶχον” (Il. 22, 474), εἰς ἀπλῆν δὲ οὕτως “τοὺς δʼ ἄναγον ζωοὺς σφίσιν ἐργάζεσθαι” (Od. 14, 272)· “σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι” (Od. 4, 683). οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργά- ζεσθαι, ἀλλʼ αὐτοῖς τοῖς ἄγουσιν· οὐδὲ οἱ μνηστῆρες τὰ πρὸς τὴν δαῖτα ἑαυτοῖς παρεσκεύαζον, ἕτεροι δὲ αὐτοῖς.

Ἥβη] ὅτι παρθένος ἡ Ἥβη· οἰνοχοεῖ γάρ· οὐκ ἄρα γεγάμηται ὑφʼ Ἡρακλέους, ὡς ἐν τοῖς κατὰ τὴν νεκυίαν ἠθετημένοις (Od. 11, 602). δι᾿ ἣν δὲ αἰτίαν οὐ πάρεστι Γανυμήδης, ὢν οἰνοχόος τοῦ Διός ; ἔνιοι μέν φασιν ὅτι τοῦ Διὸς μόνου ὢν διάκονος, οὐκ ἐξῆν αὐτὸν κοινῶς πᾶσιν οἰνοχοεῖν· ἡ δὲ Ἥβη εὐλόγως, ὅτι κοινὴ πᾶσίν ἐστιν. ἔνιοι δέ φασιν ὅτι σκέψεως περὶ τῆς Ἰλίου πορθήσεως γινομένης. εὐοικονο- μήτως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται διὰ τὴν πρὸς αὐτὸν χάριν. διὰ τί δὲ καὶ μόνῳ τῷ Διὶ Γανυμήδης ὑπηρετεῖ; ῥητέον οὖν ὅτι Ἥβη μὲν ἅπασι διακονεῖ, ἐπειδὴ τὸ θεῖον ἀεὶ νεάζει τε καὶ ἡβᾷ· τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία τις οὖσα, καὶ τὸ νέκταρ, παρὰ τὸ νεάζειν λεχθέν. Γανυμήδης δὲ ὑπηρετεῖ μόνῳ τῷ Διὶ, ὅτι ὁ μὲν Ζεὺς πρῶτός ἐστι νοῦς, μόνος δὲ ὁ νοῦς οἰκεῖον ἔχει τὸ τοῖς μήδεσι γάνυσθαι· τοῦτο γὰρ ὁ Γανυμήδης.

3. ἐῳνοχόει] κατʼ ἔνια τῶν ὑπομνημάτων ἐνῳνοχόει φέρεται· οἱ δέ φασι Ζηνοδότειον εἶναι τὴν γραφήν· ἐν μέντοι ταῖς ἐκδόσεσι χωρὶς τοῦ ν εὕραμεν. διαφόρους δὲ δόξας ἐκτίθεται ἐν τῇ προσῳδίᾳ ὁ Ἡρωδιανός· ᾗ δὲ ἀρέσκεται, αὕτη ἐστίν. ἔθος ἐστὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκις τὸ κατʼ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔσθʼ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήσεις· “στῆσε δʼ ἐν Ἀμνισῷ” (Od. 19, 188)· “σκῆπτρον μέν τοι δῶκε (Il. 9, 38)· τὸ γὰρ ἐντελὲς “τῷ δʼ ἕτερον μὲν ἔδωκεν” (Il. 16, 250). οὕτως οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐστι κίνημα ἀπὸ τοῦ [*](13. διʼ ἣν δὲ] *ἐζήτηται δὲ διʼ ἣν 25. Ζηνοδότειον—τῆν] ζηνοδό- 16. *εὐοικονομήτως ἔπεστι] εὐοι- τειον—τὴν κονομήσω ἀπέστη 26. ἐν addidit Lehrsius. 20. * ἀβροσία] om. 30. Ἀμνισῷ] ἀμνησῷ 21. * λεχθὲν] γεγενημένον)

168
οἴγω ᾦγεν κατὰ παρατατικόν· “τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν” (Il. 14, 168)· ἀλλὰ τὸ κατὰ πλεονασμὸν τοῦ ε “χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγεν” (Il. 16, 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν “ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε” (Il. 1, 24), τὸ δὲ κατὰ πλεονασμὸν “οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε” (Od. 3, 143). καὶ πάλιν “ἕσσατο δʼ ἔκτοσθεν” (Il. 10, 334), εἶτα ἐν ἑτέροις “ἑέσσατο δέρμα” (Il. 10, 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ “ὦσα παρέξ” (Od. 9, 488), καὶ ὦσε τὸ τρίτον, ὃ ἐν πλεονασμῷ φησὶ “κὰδ ἄρʼ ἐπὶ στόμʼ ἔωσεν” (Il. 16, 410). οὕτως οὖν καὶ ἐπὶ τούτου· ἐν ἑτέροις γάρ φησιν “ᾠνοχόει δʼ υἱὸς Μενελάου” (Od. 15, 141), ὅπερ κατὰ πλεονασμὸν τοῦ ε ἀκολούθως πάλιν ἀπεφήνατο “νέκταρ ἐῳνοχόει.”

7. *ἀρηγόνες] ἐπὶ μόνου θηλυκοῦ τάσσει αὐτὸ ὁ ποιητὴς, ἡ ἀρηγών.