Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

446. ως σεο] ἐγκλιτικῶς ἀναγνωστέον· οὐ γὰρ ἀντιδιαστολὴ προσώπου. ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸς ὀρθοτονητέον “ὡς σέο νῦν ἔραμαι·” ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. τὸ δὲ ὡς ἐὰν ἀντὶ τοῦ οὕτως κέηται, στικτέον ἐπὶ τὸ εὐνῇ· ἐὰν δὲ ἀναφορικὸν ᾖ, βραχὺ διαστε- λοῦμεν ἐπὶ τὸ εὐνῇ, ὡς μὴ ἀπηρτισμένου τοῦ λόγου ἕως ἂν ἐπενεχθῇ τὸ ὥς σεο νῦν ἔραμαι, τῶν λοιπῶν εἰς ἐπίτασιν ἀναφωνουμένων διὰ τῶν ἑξῆς. οὐδέποτε γὰρ οὕτως, φησὶ, κατέσχε με ἔρως ὡς νῦν ἐρῶ. τὸ δὲ ἕτερον ἔσται τοιοῦτον· οὐδέποτέ με οὕτως κατέσχεν ἔρως, οὐδʼ ὅτε τὴν ἀρχὴν ἥρπασά σε καὶ ἐν τῇ νήσῳ ἐμίγην· οὕτως νῦν ἐρῶ· ὅπερ ἐστὶν ἀσύνδετον. βέλτιον τὸ ἕτερον.

448. *τρητοῖσι] ὁ μὲν Ἀπίων κυρίως· ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ [*](10. βληθεῖσαν] βληθεῖσαν ἑλένην ἀπηρτισμένου Vill.] ἀπηρτημένου 26. κέηται] κέειται 28. διὰ τῶν] ἵν᾿ ᾖ τὸ Lehrsius. 27. μὴ addidit Lehrsius.)

166
κλῖναι· ὁ δὲ Ἡλιόδωρος εὖ τετραμμένοις. Ἀπολλώνιος δὲ ὁ τοῦ Χαίριδος διὰ τὸ κατὰ τὴν ἁρμογὴν τετρῆσθαι.

453. οὐ μὲν γὰρ φιλότητι] ὅτι ἀπηλλοτρίωντο τῷ Ἀλεξάνδρῳ οἱ Τρῶες. οὐκ ἂν οὖν λέγοι ἐν τοῖς ἐπάνω (56) ὁ Ἕκτωρ “ἀλλὰ μάλα Τρῶες ἐλεήμονες,” ὡς Ζηνόδοτος γράφει, ἀλλὰ δειδήμονες.