Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

440. * κεῖνον δʼ αὖτις ἐγώ] βραχὺ διασταλτέον ἐπὶ τὸ ἐγώ· κοινὸν γὰρ ἀπὸ τοῦ ἐνίκησε τὸ νικήσω.

πάρα] ὀξυτονητέον τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν. ἔστι δὲ οὐκ ἀναστροφὴ, ἀλλὰ καθʼ ὑπερβατὸν κεῖται, διαλελυμένου τοῦ πάρεισιν. εἰκότως τινές φασιν ὅτι αἱ προθέσεις, ὅταν κατὰ διάλυσιν λέγωνται πρὸς τὰ ἐπιφερόμενα, φυλάσσουσι τοὺς τόνους· “κατὰ ταῦρον ἐδηδώς” (Il. 17, 542), “κατὰ βοῦς Ὑπερίονος ἤσθιον” (Od. 1, 8) “ἀνὰ δʼ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη” (Il. 2, 278). ἐχρῆν οὖν καὶ τῆς παρά ἐνθάδε, εἰ πρὸς τὸ ἐπιφερόμενον συντάττεται, φυλάσσεσθαι τὸν τόνον· πρὸς σὓς πιθανῶς ὑπαντητέον ὅτι ἐκεῖνα μὲν ἅπερ ἐτίθεντο, καὶ ἐν τῇ συνθέσει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν [*](1. ἡ θεὰ—ἐρώτων] *ἡ θέα (hoc Veneti B. accentu) γὰρ ἐρώτων 19. ἀπαρέμφατα Friedl.] ἀπαρέμ- ἐσορᾶν—γίγνετ᾿] εἰσορᾶν—γίνεται. φατον Correctum ex aliis scriptoribus: 20. δαμήῃς La Roche Textkr. p. de quo dixi ad scholion cod. 406.] δαμείῃς)

165
προθέσεων, οἷον κασήσθιον, κατεδηδώς· οὐ γάρ τις τῶν προθέσεων τούτων ἐπὶ τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον. τὸ δὲ πάρεισι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυσιν οὕτως ἀνα- γινώσκομεν.

443. οὐδ᾿ ὅτε σε πρῶτον] Ἀλέξανδρος υἱὸς Πριάμου Τροίας βασιλέως, ὁ καὶ Πάρις ἐπικαλούμενος, Ἀφροδίτης ἐπιταγῇ, ναυπη- γήσαντος αὐτῷ ναῦς Ἀρμονίδου ἢ κατά τινας τῶν νεωτέρων Φερέκλου τοῦ τέκτονος, μετὰ Ἀφροδίτης ἦλθεν εἰς Λακεδαίμονα, τὴν Μενελάου πόλιν· ἐνταῦθα δὲ τὴν Ἑλένην ὀφθαλμοβολήσας Ἀφροδίτης αἱρέσει βληθεῖσαν διʼ ἀλληλομαχίαν Ἔρωτος, ἀναλαβὼν αὐτὴν σὺν τοῖς ἐν τῷ οἴκῳ χρήμασιν ἦλθεν εἰς Σιδῶνα τῆς Φοινίκης, κἀκεῖ γάμου συνουσίαν ποιησάμενος κεν ἔχων αὐτὴν εἰς Ἴλιον· μητρόπολις δὲ αὕτη τῆς Τροίας· ἔκ τε τῆς ἐνταῦθα διὰ τῶν ὅρκων καὶ συνθηκῶν ἀδικίας αὐτῆς πάλιν Ἀφροδίτης αἱρέσει κομίσας οἴκαδε συνεκοιμήθη, ἀπροσδοκήτως πάλιν σύνευνον παρειληφὼς, ὡς δηλοῖ ὁ ποιητὴς διὰ τῶν ἑαυτοῦ λόγων.

445. νήσῳ δʼ ἐν κραναῇ ἐμίγην] ὅτι οὐκ ἐν Σπάρτῃ ἐμίγη τῇ Ἑλένῃ, ἵνα μὴ περιφανὴς γένηται· καὶ ὅτι ἄδηλον πότερον ὄνομα κύριόν ἐστιν, ἀπὸ τοῦ κρανθῆναι ἐπʼ αὐτῆς πρῶτον τὸν γάμον καὶ τελειωθῆναι τοῦ Ἀλεξάνδρου καὶ τῆς Ἑλένης, ἢ ἐπιθετικῶς τὴν τραχεῖαν· τινὲς γὰρ τὴν λεγομένην Ἑλένην πρὸς τῇ Ἀττικῇ εἶναι ἀπὸ τῆς Ἑλένης, ὅτι ταύτῃ πρώτῃ ἐπέβη.