Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

273. ἀρνῶν ἐκ κεφαλέων] ὅτι Ζηνόδοτος γράφει ἀρνέων ἐκ κεφα- λέων. ἀπὸ δὲ τῶν κατὰ τὴν ὀρθὴν ληγόντων εἰς ες οὐ γίνονται τοιαῦται διαιρέσεις, ἀλλʼ ἀπὸ τῶν εἰς αῑ· εἰ δὲ ἄρνες, ἀρνῶν. ἀπὸ δὲ τοῦ κεφαλαί κατὰ λόγον κεφαλέων.

276. * Ἴδηθεν μεδέων] ὅτι ἀντὶ τοῦ Ἴδης μεδέων.

Ζεῦ πάτερ, Ἴδηθεν] καθʼ ἑκάστην προσαγόρευσιν διασταλτέον, μέγιστε, ἐπακούεις, ποταμοί, γαῖα. τελεία δὲ ἐπὶ τὸ ὀμόσσῃ· ἀσύνδετον γὰρ πρὸς τὰ ἑξῆς.

277. ἠέλιός θ᾿] ὅτι ἥλιος ἀντὶ τοῦ ἥλιε, ὡς κἀκεῖ “δὸς φίλος” [*](10. ἔχευαν] In textu ο super α. περιεστιγμένη τῷ] τὸ 27. ἐπὶ τὸ Friedl.] ἐπὶ τοῦ 13. καλοῦσιν delet Lehrsius. 29. Versibus 27–2S0 adscripta 15. θύρας σταθμοῖσιν] θέτις ὤμοισιν est διπλῆ περιεστιγμένη: sed versui 19. β΄] ω, quod α vel β, esse 277 et 279 simplex διπλῆ adscribi potest, i. e. πρώτῳ vel δευτέρῳ. debebat. Ad versum 278 scholion ὑπομνήματι Lehrsius Arist. p. 20] nullum est. ποιήματι ἤλιος] om. 21. Lemmati praescripta διπλῆ)

156
(Od. 17, 415) καὶ “ἀλλὰ φίλος θάνε καὶ σύ” (Il. 21, 106). καὶ πρὸς τὴν ἀθέτησεν τῶν ἐν Ὀδυσσείᾳ “ὠκέα δʼ ἠελίῳ ὑπερίονι ἄγγελος ἦλθεν” (Od. 12, 374) περὶ τῆς ἀπωλείας τῶν βοῶν τῷ πάντας ἐφορῶντι.

279. ἀνθρώπους τίνυσθον] πρὸς Ζηνόδοτον, ὅτι ἐκ τοῦ δυικῶς γράφεσθαι τὸ τίνυσθον ἐλέγχεται ὅτι ἐπὶ Περσεφόνης καὶ Πλού- τωνός ἐστιν ὁ λόγος, οὐκ ἐπὶ τῶν νεκρῶν.

ἐπίορκον] οὕτως προπαροξυτόνως· ἓν γάρ ἐστι τὸ ὅλον, ὥσπερ καὶ τὸ πρᾶγμα· “οὐδʼ ἐπιορκήσω πρὸς δαίμονα” (Il. 19, 188).

280. μάρτυροι ἔστε] ὅτι Ζηνόδοτος γράφει μάρτυρες. Ὅμηρος δὲ μάρτυρος κατὰ τὸ ἐνικὸν λέγει· “Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω” (Il. 7, 76), οὗ πληθυντικὸν ἔσται τὸ μάρτυροι. παροξύνεται δὲ τὸ ἔστε, ἵνα προστακτικὸν γένηται ὁμοίως τῷ φυλάσσετε· πιθα- νωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωσις· πολλὰ γάρ ἐστι προστακτικὰ ὡς πρὸς τοὺς θεούς· “Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι, ποίησόν τʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν” (Il. 17, 645). ἀναγκαῖον μέντοι ἐστὶ παρα- φυλάξαι ἐκεῖνο, ὡς ὅτι τὰ εἰς τε λήγοντα πληθυντικὰ ὁριστικὰ καὶ προστακτικά ἀεὶ ὁμοτονεῖ ὑπεσταλμένου τοῦ ἔστε, οἷον λέγετε—ὅτι λέγετε, ἄγετε—ὄτι ἄγετε.

285. * Τρῶας—ἀποδοῦναι] ἀντὶ τοῦ Τρῶες ἀποδότωσαν.

286. τιμήν] ὅτι τιμὴν τὸ ἐπιτίμιον λέγει, ὃ πολλάκις λέγει ποινήν.

290. *οὕτως διὰ τοῦ η τὸ μαχήσομαι Ἀρίσταρχος.

292. ἀπὸ στομάχους] οὕτως αἱ Ἀριστάρχου, ἀπὸ στομάχους. αἱ δὲ πλείους διὰ τοῦ ε, ἐπὶ στομάχους· καὶ ἔστιν οὐκ ἄχαρις ἡ γραφή.

295. *ἀφυσσόμενοι] Ἀρίσταρχος ἀφυσσόμενοι διὰ τοῦ ο, ἄλλοι δὲ διὰ τοῦ ᾱ.

297. ὧδε] ὅτι τὸ ὧδε οὐδέποτε τοπικῶς, καθάπερ ἡμεῖς, λέγει, ἀλλ᾿ ἀντὶ τοῦ οὕτως τοῦτο παραλαμβάνει.

305. * Ἴλιον ἠνεμόεσσαν] ὅτι θηλυκῶς ἀεὶ τὴν Ἴλιον λέγει.

306. ἄψ, ἐπεί] βραχὺ διασταλτέον ἐπὶ τὸ ἄψ διὰ τὸν ἀνεστραμ- [*](10. μάρτυροι ἔστε] Hoc accentu pravo, qui in textu est, accentu in textu, adscripto in margine a m. εἲ μέν κεν. rec. μάρτυροί ἐστε. Similiter versui 11. ἄμμ᾿] ἅμ΄ 281 in margine exteriore ad- 26. ἄλλοι—ᾱ a m. rec. scriptum est εἰ μέν κεν, correcto 31. ἀνεστραμμένον addidit Friedl.)

157
μένον λόγον· ὁ γὰρ ἐπεί σύνδεσμος, ὥσπερ τὰ ἑξῆς συνδέων, ὑπο- στιγμὴν ἀποτελεῖ.

ὅτι σαφῶς ἐνταῦθα βραχεῖαν διαστολὴν τὴν ὑποστιγμὴν εἴρηκεν. ὁρᾶσθαι] παθητικὸν ἀντὶ ἐνεργητικοῦ. ἀνέστραπται δὲ ἡ περί- οδος. ὀρθὴ δʼ ἂν ἦν οὕτως, ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστὶν, Ζεὺς μὲν τοῦτό γε οἶδεν. εἰς δὲ τὴν πόλιν ὁ Πρίαμος τοὺς ἄρνας τεθυμένους ἔχων ἄπεισιν, ἵνα αὐτοὺς περιστείλῃ· ἔθος γὰρ ἦν τὰ ἐπὶ τοῖς ὅρκοις γιγνόμενα ἱερεῖα τοὺς μὲν ἐγχωρίους γῇ περιστέλλειν, τοὺς δὲ ἐπήλυδας εἰς τὴν θάλασσαν ῥίπτειν.

308. Ζεὺς μέν που] βραχὺ διασταλτέον ἐπὶ τὸ ἄλλοι· ἀνέ- στραπται γὰρ ἡ περίοδος.

310. ῥα καὶ ἐς δίφρον] τὰ γὰρ ἐν ὅρκοις σφαζόμενα οἱ μὲν ἐγχώ- ριοι ἔκρυπτον τῇ γῇ, οἱ δὲ ξένοι θαλάσσῃ· ἢ δείξων ἀποφέρει τοῖς ἐν ἄστει, πιστωσόμενος κἀκείνοις, ἢ ὡς ἀγνοοῦντας διδάξων. τὰ δὲ θεοῖς ἀπλῶς θυόμενα ἤσθιον· ἡγοῦντο γὰρ ὥσπερ συσσιτεῖσθαι τοῖς θεοῖς.

313. τὼ μὲν ἄρʼ ἄψορροι] διὰ τί χωρίζεται ὁ Πρίαμος; καὶ οἱ μέν φασιν ὅτι ἵνα ἀφʼ ὕψους κρεῖσσον θεωρήσῃ ἀπὸ τῆς πόλεως τὴν μονομαχίαν, οἱ δὲ, ἵνα φυλάξῃ τὰ τείχη. ἄλλοι δὲ τὴν Ὁμηρικὴν λύσιν προΐσχονται, τὸ οὔπω τλήσομʼ ὀφθαλμοῖσιν ὁρᾶσθαι· ὅπερ ἄμεινον.

314. Πριάμοιο πάϊς] Πορφύριος ἐν τοῖς παραλελειμμένοις φησὶν ὅτι τὸν Ἕκτορα Ἀπόλλωνος υἱὸν παραδίδωσιν Ἴβυκος, Ἀλέξανδρος, Εὐφορίων, Λυκόφρων.

315. χῶρον μὲν πρῶτον διεμέτρεον] ἀναγκαίως διεμέτρουν πᾶν τὸ χωρίον ἐν ᾧ ἤμελλον μονομαχήσειν, ὥστε μὴ μόνον τὸν διὰ τῶν ὅπλων ἡττηθέντα νενικῆσθαι, ἀλλὰ καὶ τὸν ἀπολιπόντα τὸ ἀποδεδει- γμένον χωρίον, ὥσπερ καὶ ἐπὶ τῶν ἀθλητῶν. ἄλλοι δέ φασιν ὅτι ἵνα μὴ πρὸς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν, ἀλλʼ ὥσπερ ἐν εἱρκτῇ τῇ περιγραφῇ μένωσιν.

[*](1. συνδέων] τοῖς ἡγουμένοις ἐν tum est. signum ?? huic scholio λόγῳ ἀνεστραμμένῳ βραχεῖαν διαστολὴν praefixum eidem signo post vocem ἀπαιτεῖ πρὸ ἑαυτοῦ, ἐν ὀρθῇ περιόδῳ ἀποτελεῖ scripto respondet. addit Friedl. 4. ἀντέστραπται hic et in scholio 3. Scholion hoc ὅτι σαφῶς— inferiore in ἀνέστραπται mutavi ut εἴρηκεν ad exteriorem marginem legitur p. 162, 30. scholiorum marginalium eadem 5. ἐστίν] om. manu qua intermarginalia scrip- 27. *ἀπολιπόντα] ἀπολείποντα)
158

315, 316. αὐτὰρ ἔπειτα κλήρους] μετὰ ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο περὶ τῆς ἀφέσεως τοῦ δόρατος. ὥστε μὴ θόρυβον ἐμπε- σεῖν τοῦ ἑτέρου φθάσαντος διὰ τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέ- μιον. ψῆφοι δέ τινες ἦσαν οἱ κλῆροι, εἰς οὓς ἐσημειοῦτο ἕκαστος· σὓς οὕτως ὠνόμασαν διὰ τὸ καλεῖσθαι ὑπʼ αὐτῶν εἰς τὰς πράξεις.

316. χαλκήρεϊ] προπαροξυτόνως· ἔστι γὰρ παραγωγὴ ἡ διὰ τοῦ ηρης, ἥτις βαρύνεται, ξιφήρης ὀλιγήρης θυμήρης, ἔνθεν τὸ “θυμῆρες κεράσασα” (Od. 10, 362). εἰ μέντοι γε τὸ ἄρω ἔγκειται ἐπὶ τούτου, καὶ διὰ τοῦ ᾱ ἡ σύνθεσις γένοιτο καὶ ὀξεῖα τάσις ἐστίν· “ἔχει δʼ ἄλοχον θυμαρέα” Il. 9, 330).

ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον] ἐὰν εἰς τὸ ἠρήσαντο στίξω- μεν, φησὶν ὁ Νικάνωρ, ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείναντες τὰς χεῖρας· διὸ στίζει εἰς τὸ θεοῖς, καὶ τὸ ἰδέ ἀντὶ τοῦ καὶ λαμβάνει.

*δύναται καὶ οὕτως, ἠρήσαντο θεοῖς ἰδὲ χεῖρας ἀνέσχον καὶ ὁ ἰδέ ἀντὶ τοῦ καί.