Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

320. *Ἴδηθεν μεδέων] ἀντὶ τοῦ Ἴδης μεδέων.

323. * ἐὰν στίζωμεν πρὸ τούτου τοῦ στίχου ἐπὶ τὸ εἴσω, ἐλλεί- πει ῥῆμα εὐκτικὸν τὸ εἴη· ἐὰν δὲ διαστέλλωμεν, κοινὸν ἔσται τὸ δός.

325. ὁρῶ παρὰ τὸ ῥῶ τὸ ὁρμῶ πλεονασμῷ τοῦ ο.

Πάρις ὁ Ἀλέξανδρος ἐκλήθη παρὰ τὸ ἐκτεθῆναι αὐτὸν ἐν τῇ Ἴδῃ εὐθὺς τεχθέντα καὶ αὐξηθέντα παρελθεῖν τὸν μόρον οὕτως. κατὰ γαστρὸς αὐτὸν ἔχουσα ἡ Ἑκάβη ἐνόμισε κατʼ ὄναρ καιόμενον δαλὸν τίκτειν, ὅστις κατέφλεξε πᾶσαν τήν τε πόλιν καὶ τὴν ἐν τῇ Ἴδῃ ὕλην ἑστῶσαν. τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις καὶ οἱ περὶ τοὺς ὀνείρους δεινοὶ εἶπον τὸ τεχθὲν παιδίον εὐθέως μικρὸν ὂν ῥιφῆναι θηρσὶ βοράν. τεχθέντα δὲ τὸν Ἀλέξανδρον ἐξέθηκαν ἐν τῇ ἴδῃ· ὃν ποιμὴν ἑορακὼς σφόδρα εὐειδέστατον ἀνελόμενος ἀνέθρεψεν.

Πορφύριός φησιν ἱστορεῖν τὸν γράψαντα τὰ τραγῳδούμενα ὅτι ὁ θρέψας τὸν Πάριν νομεὺς Ἀρχιάλας ἐκαλεῖτο.

326. *τὸ ἧχι χωρὶς τοῦ ι ὁ Ἀρίσταρχος.

* ἑκάστῳ] Ἀρίσταρχος κατὰ γενικὴν ἑκάστου.

[*](13. *λαμβάνει] om. Asclepiadem Tragilensem. 17. τὸ Friedl.] τῷ 29. Ἀρχιάλας] Nomen corrup- 27. ἑορακὼς *ἑωρακὼς tum. Ἀγχίαλος Mueller. in Fragm. 28. Πορφύριος] ἐν τοῖς παραλε- Hist. vol. 3 p. 303. Apud Apollod. λειμμένοις, ut in scholio v. 314. 3, 12 Ἀγέλαος, addito in edit. τὸν γράψαντα τὰ τραγῳδούμενα] veteribus ἢ Ἀρχέλαος.)
159

327. ἀερσίποδες] αἴροντες εἰς ὕψος τοὺς πόδας, ταχεῖς. ζωγρα- φικῶς δὲ ἐκτετύπωκε τοῦτο· τοιοῦτοι γὰρ οἱ κωλυόμενοι τοῦ τρέχειν ἵπποι. καὶ ἔστιν ἰδίωμα, παρὰ τὸ ἀείρω ἀέρω ἀέρσῳ, ὡς κέρσω.

334, 335. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν] ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέ- τηκε, καὶ μετὰ τὸν “οἷο κασιγνήτοιο” ὑποτάσσει “κρατὶ δʼ ἐηʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἴλετο δʼ ἄλκιμον ἔγχος· ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ ἀσπίδα τερσανόεσσαν.” ὥστε ἐναντίως τῷ Ὁμηρικῷ ὁπλισμῷ (Il. 11, 32. 15, 480) ἔχειν· πρὸ τῆς ἀσπίδος γὰρ φανήσεται ἀναλαμβάνων τὴν περικεφαλαίαν καὶ ξίφος μὴ ἔχων.

335. *χάλκεον] βραχὺ διασταλτέον ἐπὶ τὸ χάλκεον· κοινὸν γὰρ τὸ ἀμφʼ ὤμοισιν βάλετο καὶ ἐπὶ τοῦ σάκους.

* ἀπὸ κοινοῦ τὸ ὤμοισιν βάλετο, ἀναγκαίως διὰ τοὺς τελαμῶνας.

338. *ὅ οἱ παλάμηφιν ἀρήρει] ἐν ἄλλῳ, ἀκάχμενον ὀξέϊ χαλκῷ.

339. ὣς δʼ αὔτως Μενέλαος] ὅτι οὗτος ξίφος ἔχει· εἰ δὲ ὡσαύ- τως τῷ Ἀλεξάνδρῳ καθώπλισται, πάντως κἀκεῖνος εἶχε ξίφος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον.

ἔντεʼ] ὅπλα. εἴρηται δὲ ἀπὸ τοῦ ἐντὸς περιέχειν καὶ σκέπειν τὸ σῶμα. λέγεται δὲ καὶ τὰ πρὸς τὴν εὐωχίαν σκεύη ἔντεα, ὡς ἐκεῖ “μνηστῆρες δʼ ἀπεκόσμεον ἔντεα δαιτός” (Od. 7. 232).

344. διαμετρητῷ] Ἀρίσταρχος περισπᾷ, καὶ οἱ ἄλλοι· καὶ οὕτως ἔχει ἡ παράδοσις. καὶ ἔστι παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέθειται ἐν τῷ “χῶρον μὲν πρῶτον διεμέτρεον” (315).

345. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἐγχείας.

346. * δολιχόσκιον] οἱ μὲν παρὰ τὸ κίειν ἐν πλεονασμῷ, οἱ δὲ παρὰ τὴν σκιάν.

348. *χαλκός] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ διὰ τοῦ ν, χαλκόν.- οὕτως ἅμεινον διὰ τοῦ σ γράφειν· καὶ γὰρ ὕστερόν φησιν “ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ” ἀντὶ τοῦ τῷ δόρατι. καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν.

352. ἀθετεῖται, ὅτι οὐκ ἀναγκαίως ἐπιλέγεται· καὶ γὰρ ὁ καιρὸς τὸ σύντομον ἔχειν θέλει. καὶ δῖον ἀκαίρως ὁ Μενέλαος τὸν ἐχθρὸν [*](4–10. Librarius ex uno scholio situm est signum Scholii finiti (:—). duo fecit, pro lemmate novo habens Addendum ὅ οἱ παλάμηφιν ἀρήρει versum Zenodoteum ἀμφὶ δʼ ἄρʼ 8. τερσανόεσσαν] Vitiose pro ὤμοισιν—COBET. Post ἔγχος po- θυσσανόεσσαν.)

160
λέγει. ἐὰν δὲ γράφηται δαμῆναι, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Ἀλέξανδρον· κοινὸν γὰρ τὸ δός. ἐὰν δὲ δάμασσον, δευτέραν ἄνω θετέον, ἐπεὶ καὶ καθʼ ἑαυτὸ δύναται πλῆρες εἶναι τὸ ἑξῆς.

* δάμασσον] Ἀρίσταρχος δαμῆναι.

353. ἐρρίγῃσι] ἀπὸ τοῦ ῥιγῶ ῥιγεῖς, οὗ παρατατικὸς ἐρρίγουν, ὁ μέσος παρακείμενος ἔρριγα, ὃς μεταπλάττεται εἰς ἐνεστῶτα τὸν ἐρρίγω ὡς δέδοικα δεδοίκω.

354. ξεινοδόκον] παροξύνεται διὰ τὴν ἐνέργειαν. οὕτως δὲ πέφυκε τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεσθαι μὲν, ὅτε ἐνέργειαν ὑπι- σχνείται, προπαροξύνεσθαι δὲ, ὅτε πάθος, εἰ μὴ κανόνες τινὲς κωλύ- οιεν σὓς παρατίθεται ὁ Ἡρωδιανός· ὥστε διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος· τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν λίθους βάλ- λοντα, τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ λίθου βεβλημένον, ὡς παρʼ Εὐριπίδῃ ἐν Φοινίσσαις (1063) “λιθόβολον αἷμα κατειργάσω.”

*φιλότητα] ὅτι σαφῶς νῦν φιλότητα τὴν ξενίαν εἴρηκεν.

φιλότητα] ἀπελθόντα γὰρ ὡς πρέσβιν εἰς τὸ Ἄργος τὸν Ἀλέ- ξανδρον ἐξενοδόχησεν ὁ Μενέλαος· ὅθεν καὶ εὔχεται τῷ ξενίῳ Διὶ, τῷ ὑπʼ αὐτοῦ καταφρονηθέντι.

359. ἀντικρὺ] διαφέρει τὸ ἀντικρύ τοῦ ἄντικρυς προπαροξυτόνου· τὸ μὲν γὰρ ἀντικρύ δηλοῖ τὸ ἐξ ἐναντίας, τὸ δὲ ἄντικρυς τὸ φανερῶς.

361. *ἐρυσσάμενος ξίφος] ὅτι ξίφος ἔχει, πρὸς Ζηνόδοτον (334).

362. κόρυθος φάλον] τὸ προμετωπίδιον ἀνάστημα τῆς περικε- φαλαίας. ἔστι δέ τι προκόσμημα. γίνονται γὰρ ἐπὶ τῶν περικε- φαλαιῶν λαμπροί τινες ἧλοι ἕνεκα προκοσμήματος. φαλὸν δὲ τὸ λαμπρόν· ἐντεῦθεν καὶ φαλακρὸς ὁ ἔχων φαλὸν τὸ κάρα.

ἀμφὶ δʼ ἄρʼ αὐτῷ] Ἀρίσταρχος ἀμφὶ δʼ ἄρʼ αὐτῇ, τῇ περικε- φαλαίᾳ.

363. διὰ τί δὲ ὁ Μενέλαος συγκλασθέντος αὐτῷ τοῦ ξίφους οὐκ ἐσπάσατο τὸ τοῦ Ἀλεξάνδρου; ῥητέον οὖν ἢ ὅτι ἔκφρων ἐγένετο, τῷ κινδύνῳ τὸν λογισμὸν ἐκκλαπείς· ἢ πάντως ζῶντα εἰς Ἕλληνας ἑλκύσαι ἠθέλησεν, αὔξων τὸ κατόρθωμα. ἢ καὶ διʼ οἰκονομίαν ὁ ποιη- τὴς ἐσεσώκει διʼ Ἀφροδίτης τὸν Πάριν· ἐλέλυτο γὰρ τὰ τῆς ὑπο- θέσεως τῷ ἐκείνου θανάτῳ.

[*](14. Φοινίσσαις] φοίνικι 29. * τὸ τοῦ] τὸ om. αἷμα] εἷμα 30. πάντως—ἑλκύσαι] πάντας ἕλλ 23. * προκόσμημα] προσκόμημα ἐκλῦσαι 24, 25. φαλὸν] *φάλιον fuso 32. *ἐσεσώκει] σεσώκει accentu pro φαλιόν.)
161