Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

227. *κεφαλήν τε καὶ εὐρέας ὤμους] οὕτως σὺν τῷ τε ἡ Ἀρι- στάρχον καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν εὐφραδέστερον.

230. Ἰδομενεὺς δʼ ἑτέρωθεν] ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ. Τελαμωνίου ἐτάσσετο κατὰ τὴν ἐπιπώλησιν (Il. 4, 251) συμφώνως. παραιτητέον ἄρα ἐκεῖνον τὸν στίχον τὸν ἐν τῷ καταλόγῳ (Il. 2, 558) ὑπό τινων γραφόμενον “στῆσε δʼ ἄγων ἵνʼ Ἄθηναίων ἵσταντο φάλαγ- γες·” οὐ γὰρ ἦσαν πλησίον Αἴαντος Ἀθηναῖοι.

236. ἰδέειν] οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι μέλλοντες οὐκ ἔχουσι τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες.

237. πὺξ ἀγαθόν] ἐν πυγμῇ ἀνδρεῖον καὶ γενναῖον. οὗτος γὰρ καὶ τὸν ἀφόρητον πύκτην Ἄμυκον ἀναιρεῖ, ὡς Ἀπολλώνιός φησιν ἐν δευτέρῳ Ἀργοναυτικῶν. ἐζήτηται δὲ πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπεζήτει ἡ Ἑλένη. ῥητέον δὲ ὅτι ἴσως μὲν ἐπεζήτησεν, εὐχερῶς δὲ, ὅτε ἔγραφεν, Ὅμηρος ἐπεμνήσθη.

[*](4. ἐκλίθη] ἐκλήθη 22. κατὰ] καὶ κατὰ Lehrsius 19. τε καὶ] In textu ἠδʼ A. Arist. p. 224.)
153

238. δύναται αὕτη ἡ λέξις συνάπτεσθαι.

239, 240. ἢ—ἢ] ὁ μὲν Νικάνωρ ἄμφω ὀξύνει ὡς διαζευκτικούς· ὁ δὲ Ἡρωδιανὸς τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχόμενος.

*ὁ μὲν πρῶτος ἤ σύνδεσμος βαρύνεται, ὁ δὲ δεύτερος περισπᾶται, ἵνα τοιαύτη ἡ φράσις γένηται, ἢ οὐκ ἠκολούθησαν, ἦ ἠκολούθησαν μὲν, οὐκ ἐθέλουσι δὲ μάχην καταδύμεναι ἀνδρῶν.

240. νέεσσʼ ἐνὶ ποντοπόροισιν] Νικίας ἀναστρέφει· οὐ συμφωνεῖ δὲ τὰ τῆς ἱστορίας αὐτῷ· φασὶ γὰρ Ἀρίσταρχον τοῖς κυριωτέροις συντάσσειν τὰς προθέσεις.

242. αἴσχεα δειδιότες] Ἑλένη ἁρπασθεῖσα ὑπὸ Ἀλεξάνδρον, ἀγνοοῦσα τὸ συμβεβηκὸς μεταξὺ τοῖς ἀδελφοῖς Διοσκούροις κακὸν, ὑπολαμβάνει διʼ αἰσχύνης αὐτῆς μὴ πεπορεῦσθαι τούτους εἰς Ἴλιον, ἐπειδὴ προτέρως ὑπὸ Θησέως ἡρπάσθη, καθὼς προείρηται· διὰ γὰρ τὴν τότε γενομένην ἁρπαγὴν Ἄφιδνα πόλις Ἀττικῆς πορθεῖται, καὶ τιτρώσκεται Κάστωρ ὑπὸ Ἀφίδνου τοῦ τότε βασιλέως κατὰ τὸν δεξιὸν μηρόν. οἱ δὲ Διόσκουροι, Θησέως μὴ τυχόντες, λαφυραγω- γοῦσι τὰς Ἀφίδνας ἡ ἱστορία παρὰ τοῖς Πολεμωνίοις ἢ τοῖς κυκλικοῖς, καὶ ἀπὸ μέρους παρὰ Ἀλκμᾶνι τῷ λυρικῷ.

ἐπὶ τὸ ὀνείδεα βραχὺ διασταλτέον· ἐπὶ δὲ τὸ πολλά ὁ λόγος μὲν αἱρεῖ, διὰ δὲ τὴν συναλοιφὴν οὐ παραδεκτέα ἡ ἀνάγνωσις.

243. τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα] οὗτοι δὲ, φησὶν, ἦσαν μεταστάντες ἐξ ἀνθρώπων, καὶ ὑπὸ γῆν διετέλουν ὁτὲ μὲν ζῶντες, ὁτὲ δὲ τεθνηκότες, κατʼ αὐτὸν τὸν ποιητὴν λέγοντα “ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε τεθνᾶσιν, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσιν” (Od. 11, 299). φυσίζοος δὲ ἤτοι ἡ τὰ πρὸς τὸ ζῆν φύουσα καὶ δωρουμένη, ἢ ὅτι τῷ ὄντι λέγεται χώρα ἐν Λακεδαίμονι οὕτω Φυσίζοος, ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καταποθέντες πάλιν ἀναδοθῆναι.

[*](1. Fragmentum scholii partim 18. *Ἀφίδνας] ἀθήνας in marg. interiore positum partim παρὰ τοῖς Πολεμωνίοις (τελαμωνί- super vocem αὐτοκασιγνήτω scrip- οις codex Vat. 915) ἢ τοῖς (*ἤτοι) tum. Integrius est in Veneto B. κυκλικοῖς] Error, ut videtur, non 2. *μὲν et ὁ δὲ] om. librarii, sed epitomatoris, de quo *ὡς] τοὺς v. Prellerus ad Polem. fragm. p. 6. ἦ ἠκολούθησαν addidit Lehr. 15–17. παρὰ Πολέμωνι Fabricius, 13. *ὑπολαμβάνει] ὑπολαμβάνειν pro quo in aliis, ut in Leid, ἡ ἱστο- 14. προτέρως] *πρότερον ρία παρὰ τοῖς κυκλικοῖς scriptum fuit. 16. *Αφίδνου] φίδνου 25: δʼ αὖτε] δὲ)
154

Ἴδας καὶ Λυγκεὺς Ἀφαρέως παῖδες, γάμους θύοντες τῶν Λευκίπ- που θυγατέρων Φοίβης καὶ Ἰλαείρας, ἐκάλεσαν τοὺς Διοσκούρους σνγγενεῖς ὄντας· ὁ γὰρ Τυνδάρεως Ἀφαρέως ἀδελφὸς ἦν. λέγεται δὲ τοὺς Διοσκούρους ἐξαρπάσαι τὰς κόρας ἔτι παρθένους οὔσας. μαχομένων δʼ αὐτῶν περὶ τοῦ γάμου καρτερῶς ἀναιρεῖται Κάστωρ. ὅθεν ὁ Ζεὺς ὀργισθεὶς κεραυνῷ βάλλει τὸν Ἴδαν, παραμυθεῖται δὲ Πολυδεύκην, καὶ τίθεται αὐτῷ αἵρεσιν πότερον θέλει ἀθάνατος εἶναι, ἢ σὺν τῷ ἀδελφῷ ἓξ μῆνας τελευτᾶν καὶ τοὺς ἴσους ζῆν. ὁ δὲ μᾶλλον αἱρεῖται μετὰ Κάστορος ἀποθανεῖν καὶ ζῆν. ἡ ἱστορία παρὰ Πινδάρῳ.

244. φίλῃ ἐν πατρίδι γαίῃ] ὅτι Ζηνόδοτος γράφει ἑῇ ἐν πατρίδι. εἴτε δὲ ἐπὶ τῶν Διοσκούρων ἔσται τὸ ἑῇ, ἑνικὸν οὐχ ἁρμόσει· εἴτε ἐπὶ τῆς Ἑλένης, ἔκθεσμόν ἐστι τὸ οὕτω λέγειν, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα ἐν τῇ ἑαυτῆς πατρίδι.

245. τὸ θεῶν δύναται καὶ τοῖς ἐπάνω συνάπτεσθαι, ἵνʼ ᾖ κήρυκες θεῶν, καὶ τοῖς ἑξῆς, ὅρκια πιστὰ θεῶν· ὅπερ καὶ βέλτιον.

250. * Λαομεδοντιάδη] τελείαν στικτέον μετὰ τὴν κλητικήν· καὶ γὰρ τὰ ἑξῆς ἀσύνδετα “καλέουσιν ἄριστοι.”

Λαομεδντιάδη] μήτηρ Πριάμου, ὥς φησι Πορφύριος ἐν τῷ περὶ τῶν παραλελειμμένων τῷ ποιητῇ ὀνομάτων, κατὰ μὲν Ἀλκμᾶνα τὸν μελοποιὸν Ζευξίππη, κατὰ δὲ Ἑλλάνικον Στρυμώ.

257. ναίοιμεν] ὅτι νῦν ὀρθῶς ἐν τῷ τοῦ κήρυκος λόγῳ γράφεται ναίοιμεν, ἐν δὲ τοῖς ἐπάνω, ὅτε Ἀλέξανδρος λέγει, οὐκέτι.

259. *ἐκέλευσε δʼ ἑταίροις] οὕτως τοῖς ἑταίροις κατὰ δοτικὴν αἱ Ἀριστάρχου. συνεφώνει καὶ ἡ Ζηνοδότου.

261. ἂν δʼ ἄρʼ ἔβη Πρίαμος] ὅτι δύο ἐπεδέχοντο οἱ δίφροι· διὸ νῦν Πρίαμος ἡνιοχεῖ παραιβατοῦντος τοῦ Ἀντήνορος. καὶ ὅτε οἱ [*](1. * Ἴδας] εἴδας et infra εἴδαν Τρυμῶ corrupto, et additis in fine 7. *αὐτῷ] αὐτῇ verbis, quae in A librarii culpa 15. τοῖς addidit Friedl. Conf. p. excidisse videntur, Στάμων (recte 138, 3. Σκάμων Mueller. Fragm. Hist. 4, 16. καὶ τοῖς Friedl.] δύναται καὶ p. 491.) δὲ ἐν τῷ περὶ Λέσβου φησὶ τοῖς Θόωσαν τήν Τεύκρου. 17. τελείαν] τελεία, ut p. 144, 29. 22. ἀστερίσκος huic scholio 18. ἄριστοι] om. praescriptus a m. rec. esse vide- 20. *μὲν] om. Scholion hoc tur, et requiritur, ni fallor, διπλῆ. etiam aliis in codicibus legitur, COBETUS. nomine Στρυμὼ, de quo constat ex 24. ἑταίροις] ἑτέροις in textu et Apollodoro 3, 12. 3, in Τρυμώ vel in scholio.)

155
ἥρωες πάντες ἔμπειροι καὶ αὐτουργοί· διὸ καὶ ὁ Ὀδυσσεὺς ναυπηγεῖ καὶ κυβερνᾷ.

262. *προκρίνει μὲν τὴν διὰ τοῦ ε γραφήν βήσετο, πλὴν οὐ μετατίθησιν, ἀλλὰ διὰ τοῦ ᾱ γράφει ὁ Ἀρίσταρχος.

263. Σκαιῶν] ὅτι παραλέλοιπε τὸ πυλῶν, καὶ ὅτι ἀδιαιρέτως ἐξενήνοχεν· εἴθισται γὰρ λέγειν Σκαιάων (Il. 22, 6).

270. μίσγον—ἔχευαν] ὅτι οὐχ ὕδατι ἔμισγον τὸν οἶνον, ἀλλὰ τὸν τῶν Τρώων καὶ Ἀχαιῶν· διὸ καὶ ἐν ἄλλοις “σπονδαί τʼ ἄκρητοι” (Il. 2, 341).

*ἔχευαν] Ἀρίσταρχος διὰ τοῦ ο· καὶ ἀναλογεῖ τῷ μίσγον.

271. μάχαιραν] ὅτι τὴν παραξιφίδα μάχαιραν καλεῖ διὸ καὶ λέγει αὐτὴν παρηρτῆσθαι τῷ κουλεῷ τοῦ ξίφους. τὸ δὲ πολεμιστή- ριον ἆορ ξίφος φάσγανον καλοῦσιν· συνώνυμα γάρ.

272. ἄωρτο] ἄρω ἐστὶ τὸ σημαντικὸν τοῦ ἁρμόζω, οὗ μέλλων ἄρσω, ἀόριστος ἦρσα· “θύρας σταθμοῖσιν ἐπῆρσεν” (Il. 14, 167 et 339) ἀντὶ τοῦ ἐφήρμοσεν· “καὶ πώμασιν ἄρσον ἅπαντα” (Od. 2, 353) ἀντὶ τοῦ ἐφάρμοσον. τοῦ ἄρω ὁ παρακείμενος ἦρκα, ὁ παθη- τικὸς ἦρμαι, ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συστολῇ ἄρτο, ἐπενθέσει τοῦ ω ἄωρτο. οὕτως Ἡρωδιανὸς ἐν τῷ β΄ ὑπομνήματι τῷ περὶ παθῶν Διδύμου.