Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

183. δεδμήατο] ἡ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζῴων· δαμάζονται γὰρ κυρίως ταῦτα. τοῦτο δὲ ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων· τοιοῦτόν ἐστι καὶ τὸ πεφοβήατο. ἔστι δὲ συγκεκομμένον· παρὰ γὰρ τὸ δαμῶ δεδαμέατο ἦν τὸ ἐντελές. δύο οὖν πάθη ὑπέμεινε, συγκοπὴν τοῦ ᾱ καὶ ἔκτασιν τοῦ ε.

184. ἤδη καὶ Φρυγίην] ὅτι διαφέρει ἡ Φρυγία τῆς Τροίας καθʼ Ὅμηρον, οἱ δὲ νεώτεροι συγχέουσιν. καὶ ὅτι τὸ ἤδη παρείληπται ἀντὶ χρονικοῦ τοῦ ποτέ· διὸ καὶ παραλλήλως λέγεται τὸ ἤδη τῷ ποτέ· “ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθεν” (205).

189. Ἀμαζόνες ἀντιάνειραι] αἱ Ἀμαζόνες λέγονται εἶναι Ἄρεως καὶ Ἀφροδίτης θυγατέρες, τραφεῖσαι παρὰ Θερμώδοντι ποταμῷ τῆς Σκυθίας. ἐκλήθησαν δὲ οὕτως διὰ τὸ τὸν δεξιὸν μασθὸν ἐκτέμνεσθαι ὡς ἐμποδίζοντα αὐταῖς ἐν τῷ τοξεύειν.

Μελανίππη καὶ Ἱππολύτη θυγατέρες Ἄρεως, τῶν Ἀμαζονίδων προηγούμεναι τῆς στρατείας. αὗται δὲ πειρώμεναι τὴν Φρυγίαν ὑφʼ αὑτὰς ποιῆσαι διὰ τὸ τὴν χώραν ἱπποτρόφον εἶναι καὶ ἀμπελώδη, παντὶ τῷ στρατεύματι παρασκευασθεῖσαι παρέτυχον εἰς τὴν προει- ρημένην χώραν, καὶ στρατόπεδον ἔθεντο πρὸς τὸν Σαγγάριον ποταμόν. τῶν δὲ Φρυγῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἡγεμόνες ἤσαν Μύγδων καὶ Ὀτρεὺς, οἵτινες τὴν σφῶν αὐτῶν στρατείαν ἐξήνεγκαν καὶ πρὸς τὸν αὐτὸν τόπον παρεγένοντο τῶν Ἀμαζονίδων πρὸς τὸ κωλῦσαι αὐτὰς μὴ ἐπιβῆναι τοῖς ἑαυτῶν ὅροις. καὶ ὁ Πρίαμος τῆς Τροίας βασιλεὺς ἐστρατεύετο κατὰ Ἀμαζόνων σὺν αὐτοῖς, κατʼ ἐκεῖνον ἀκμάζων τὸν καιρόν.

193. *κεφαλῇ] Ἀρίσταρχος κεφαλήν. βέλτιον δὲ ἀπʼ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστίν.

197. πηγεσιμάλλῳ] μελανομάλλῳ· οὗτος γὰρ ἐν λευκῷ ποιμνίῳ διάδηλος ἔσται. τῷ πραϋτάτῳ δὲ εἴκασται διὰ τὸ ἀτάραχον.

198. ὅς τʼὀΐων] ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς αἰγῶν, ὁ δὲ Ἡρωδιανὸς ὀΐων ὡς δαίδων, λέγων ὡς οὐ κλίνει τὸ μονοσύλλαβον ὁ ποιητὴς, εἰ μὴ μέτρον κωλύσειεν.

Ἀρίσταρχος δισυλλάβως ὡς αἰγῶν, καὶ Πτολεμαῖος ὁ Ἀσκα- λωνίτης· Ἀριστόνικος δὲ τρισυλλάβως, ὅς τʼ ὀίων μέγα πῶῦ. ὁ μέντοι Πτολεμαῖος οὐχ ὑγιὲς αἴτιον ἐπιφέρει τῆς δισυλλάβου [*](15. *ὑφʼ αὐτὰς] υπ᾿ αὐτὰς 28. παραϋτάτῳ] *πραοτάτῳ 19. ἡγεμόνες] om. 31. *κωλύσειεν] κωλύσει)

150
ἀναγνώσεως. φησὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοσύλλαβός ἐστιν, οἶς ὡς αἴξ, διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως εἶπε τὴν εὐθεῖαν, δισυλλάβως δέ “τοῖσι δʼ ὅς λάσιος” (Il. 24, 125). καὶ τὰς πλαγίους δὲ κατὰ διάστασιν τοῦ ῑ λέγει, εἰ μὴ κωλύοι μέτρον· ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος” (Il. 9, 207) καὶ “μῆλʼ ὄϊές τε καὶ αἶγες” (Od. 9, 184) καὶ “Τειρεσίῃ δʼ ἀπάνευθεν ὄϊν” (Od. 10, 524). ἔνεκα δὲ μέτρου “οἰὸς ἀωτῷ” (Od. 1, 443) καὶ “οἰῶν τε βληχήν” (Od. 12, 266). ὥστε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξασθαι τὴν τοῦ Ἀριστονίκου ἀνάγνωσιν. καὶ γὰρ ἄλλως τὸ ὄις ἀναλογώτερον ἔσται δισύλλαβον ὃν τοῦ μονοσυλ- λάβου· πολλὰ γὰρ τὰ εἰς ις λήγοντα ἐπʼ εὐθείας, οὔδὲν δὲ εἰς οις, ὅ τι μὴ μόνον τὸ οἶς καὶ παρʼ Ἀττικοῖς τὸ φθοῖς.

200—202. ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει. μετὰ ἐπαίνων δὲ περὶ ἑκάστου ἐκτίθεται διὰ τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ.

201. ἐν δήμῳ Ἰθάκης] ἔστι νῆσος τῆς Κεφαλληνίας· καὶ τόπος δέ ἐστιν ἐν Ἰθάκῃ Δῆμος καλούμενος. ὁτὲ δὲ ἡ λέξις δηλοῖ τὸ πολὺ σύστημα καὶ πλῆθος τῶν ἀνδρῶν.

205. *ὅτι παραλλήλως τὸ ἤδη τῷ ποτέ.

206. σεῦ ἕνεκ’ ἀγγελίης] ὅτι Ζηνόδοτος γράφει σῆς ἕνεκ’ ἀγ- γελίης. οὐ λέγει δὲ συνήθως ἡμῖν, τῆς σῆς ἀγγελίας χάριν, ἅλ’ ἀγγελίης ἀντὶ τοῦ ἄγγελος.

πρὸ τοῦ στρατεῦσαι τοὺς Ἕλληνας εἰς Τροίαν ἦλθον πρέσβεις Ὀδυσσεὺς καὶ Μενέλαος, ἀπαιτοῦντες Ἑλένην, ἐν οἷς τῶν ἄλλων αὐτοὺς μεθʼ ὕβρεως διωξάντων μόνος Ἀντήνωρ ξενίζει φιλοφρόνως.

207. *ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα] ὅτι παραλλήλως ἐξείνισα καὶ ἐφίλησα· τὸ γὰρ φιλεῖν ἐνίοτε ἀντὶ τοῦ ξενίζειν τίθησιν.

211. ἄμφω δʼ ἑζομένω] ὅτι Ζηνόδοτος σὺν τῷ ν γράφει ἑζομένων. τὸ δὲ ἄμφω δύο πτώσεις ἔχει, ἀμφότεροι ἢ ἀμφοτέρους. καὶ νῦν λέγει ἀμφότεροι δὲ καθήμενοι, κατʼ ἐναλλαγὴν πτώσεως, ἀντὶ τοῦ καθημένων δὲ ἀμφοτέρων. καὶ ἔστι σύνηθες ὡς ἐπʼ ἐκείνου “σὺν δὲ δύ᾿ ἐρχομένω” (Il. 10, 244)· “οἱ δὲ δύο σκόπελοι, ὁ μέν” (Od. 12, 73), ἀντὶ τοῦ τῶν δύο σκοπέλων.

[*](11. *ἐπ᾿] ἀπ᾿ 29. ἔχει] ἔχειν 15. Κεφαλληνίας] κεφαληνίας 31. *ἀμφοτέρων] προτέρων 18. ἤδη] Sic A, non δή ut Vill. *σὸν δὲ δὕ ἐρχομένω] om. 24. *ὕβρεως] ὕβρεων 33. τοῦ τῶν] τοῦ om.)
151

212. ἀλλʼ ὅτε δὴ μύθους] τρεῖς τρόπους ῥητορείας οἶδεν Ὅμηρος, τὸν ἀπολελυμένον καὶ βραχὺν καὶ ἱκανὸν αὐτὰ τὰ ἀναγκαῖα παρα- στῆσαι, ὃν Λυσίας ἐζήλωσεν· τὸν δὲ ὑψηλὸν καὶ καταπληκτικὸν καὶ μεστὸν ἐνθυμημάτων, καὶ τούτων ἀθρόως ἐκφερομένων, ὡς νῦν, ὃν Δημοσθένης· τὸν δὲ πιθανὸν καὶ τεχνικὸν καὶ πολλῶν πλήρη δογ- μάτων, ὃν Ἰσοκράτης, τὸ γνωμικὸν καὶ σαφὲς ἐπιλεγόμενος.

213. ἐπιτροχάδην ἀγόρευεν] βραχυλόγοι γὰρ οἱ Λάκωνες ἀεί. δηλοῖ δὲ εὐφυέστερον ὡς ἀπὸ μὲν Μενελάου τὸν παρὰ τοῖς ῥήτορσι καλούμενον ἄνετον τρόπον, ἀπὸ δὲ Ὀδυσσέως τὸν σύντομον. ἐπʼ ἐκείνου μὲν γὰρ εἶπε “παῦρα μέν,” ἐπὶ δὲ Ὀδυσσέως προσέθηκε τὸ “καὶ ἔπεα νιφάδεσσιν ἐοικότα,” τουτέστι πυκνὰ καὶ πολλά.

215. ἦ καὶ γένει ὕστερος ἦεν] ἐὰν βαρύνωμεν τὸν ἢ σύνδεσμον. διαστελοῦμεν βραχύ· κείσεται γὰρ ἀντὶ τοῦ εἴ συναπτικοῦ· ἐὰν δὲ περισπῶμεν, τελείαν στίξομεν· παραπληρωματικὸς γάρ ἐστι· καίτοι νεώτερος ἦν.

*πιθανώτερον βαρύνειν τὸν η καὶ ἀντὶ τοῦ εἴ παραλαμβάνειν.

217. στάσκεν] οἶδεν ἡ στάσις πολλάκις ὑπόνοιαν εἴς τι κινεῖν. ῥητορικὴ οὖν ἡ στάσις Ὀδυσσέως. ἀφροσύνην δὲ σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶσιν, ἢ οἷα εἰκὸς Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν· τῇ εἰς ἑαυτὸν οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας.

*ὑπαὶ] ὡς εἰ καὶ ἐντελὴς ἦν, οὕτως ἀναγνωστέον, φυλάττοντας τῆς προθέσεως τὸν τόνον.

218. * σκῆπτρον] σημειωτέον δὲ ὅτι ἕκαστος τῶν ἡγεμόνων σκῆ- πτρον εἶχεν ἴδιον, ὡς καὶ Ἀχιλλεὺς ἐν τῇ A ὄμνυσι κατʼ αὐτοῦ.

219. ἀλλʼ ἀστεμφές] πρὸς τὸ ἀστεμφές, ὅτι τὸ ἀμετακίνητον. ὁ γὰρ Ἀνακρέων “σὺ γὰρ ἦς ἔμοιγʼ ἀστεμφής.” καὶ ὅτι τὸ ἀίδρει κατὰ τό βαρὺ προενεκτέον.

ἀΐδρεϊ προπαροξυτόνως ὡς ἀπʼ εὐθείας τῆς ἄϊδρις· “χώρου ἄϊδρις ἐών” (Od. 10, 282). ταύτης δὲ τῆς εὐθείας ὀφείλει γενικὴ ἐκπίπτειν [*](2. *καὶ βραχὺν καὶ] Utrumque 3. *μὲν] om. καὶ et tria proxima καὶ om. 11. πυκνὰ καὶ πολλά] *τολλά καὶ 3. *ὃν Λυσίας ἐζήλωσεν] om. πυκνά. 4. *ἐκφερομένων] λεγομένων 12. ἦεν] εἶεν *ὡς νῦν, ὃν] om. 13. τοῦ εἴ] τοῦ ε 5. *καὶ πολλῶν] καὶ om. 16. τοῦ εἴ] τοῦ ε 7. *ἀεί] αἰεί παραλαμβάνειν] παραλαμβάνεται)

152
ἀΐδρεος, καὶ ἀΐδρεϊ. οὐ γὰρ δή γε διὰ τοῦ δ· οὐ γάρ ἐστι παρώ- νυμον μακρῷ παραληγόμενον· ἀλλʼ ὡς τὸ ἔχις πόσις ὄφις, οὕτως ὀφείλει κλίνεσθαι. ὥστε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ, τὸ πολυΐδριδι, εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη· ὁ γὰρ Σοφοκλῆς ἴδριδα ἔφη τὴν αἰτιατικὴν, ὅ τε. Φρύνιχος τὴν εὐθεῖαν ἴδριδες. γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεῖ φωτὶ ἐοικώς κατὰ τὸν προκείμενον λόγον. οὐδὲν δὲ θαυμαστὸν εἰ διὰ τοῦ ῑ πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν προφέρονται Ἴωνες, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητής φησιν “εὐνήν τʼ αἰδομένη πόσιος” (Od. 16, 75), τῇ δὲ δοτικῇ “χαριζομένη πόσει ᾧ” (Il. 5, 71).

220. φαίης κεν] ὅτι τὸ φαίης τὴν φαντασίαν ἔχει ὡς πρὸς τὴν Ἑλένην λεγόμενον· κατὰ μέντοι γε Ὁμηρικὴν συνήθειαν ἐκληπτέον ἐν ἴσῳ τῷ ἔφη τις ἂν, ὡς ἔχει τὸ “ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις” (Il. 4, 223) ἀντὶ τοῦ ἴδοι τις ἄν.

224. οὐ τότε γ᾿ ὧδ᾿ Ὀδυσῆος] πρὸς τὸ σιωπώμενον, ὅτι συνυ- πακοῦσαι δεῖ τὸ οὐ τότε οὕτως ἐθαυμάσαμεν τὸ εἶδος ἰδόντες ὡς τὴν κατὰ λόγον δύναμιν.