Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

740. ὁ Πολυποίτης ἦν τοῦ Πειριθόου παῖς, ὅν φασιν οὕτως ὠνο- μάσθαι ὑπὸ τοῦ πατρὸς διὰ τὸ πολλοῖς ἐπιθεῖναι ποινὴν, ὁ ἐστι τιμω- ρίαν, τῶν Κενταύρων, ὁπότε εἰς τοὺς γάμους τῆς μητρός αὐτοῦ Μελανίππης ὑβρίσαι ἐπεχείρησαν.

[*](7. *τόξων—ὑπὸ Ἡρακλέους] om. 28. Addidi lemma Ὀλοοσσόνα 22. *κεχρῖσθαι] χρῆσθαι λευκήν: nam scholiastae annotatio τὰς οἰκίας] ταῖς οἰκείαις pertine. ad λευκήν, sic, non Λεύκην 27. Κενταύρου] * Κενταύρων ut nomen proprium scribendum.)
129

741. τὸν ἀθάνατος τέκετο Ζεύς] ὅτι Ζηνόδοτος γράφει τὸν ἀθάνα- τον τέκετο Ζεύς· ὅπερ ψεῦδος.

742. * κλυτὸς Ἱπποδάμεια] ὅτι ἀντὶ τοῦ κλυτή κλυτός εἶπεν.

744. Αἰθίκεσσι] Δημοκρίνης ἀγνοήσας Αἰθιόπεσσιν ἔγραφε κακῶς.

745. οὐκ οἶος, ἄμα τῷ γε] ὅτι διὰ μέσου τὰ περὶ τοὺς Κενταύ- ρονς παριστόρηται. τὸ δὲ ἑξῆς ἐστὶ τοῦ λόγου, τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης, οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος.

750. Δωδώνην] χωρίον ἐν Ὑπερβορέοις τῆς Θεσπρωτίας, ἱερὸν Διὸς, ἔνθα τὸ ἐκ δρυὸς μαντεῖον τοῦ Δωδωναίου Διός.

751. *ἔργʼ ἐνέμοντο] Ἰακῶς τὸ νέμοντο Ἀρίσταρχος.

755. ἀπορρώξ] Ἀρίσταρχος ὀξυτόνως ὡς θυλακοτρώξ. καὶ ἡ σύν- θεσις δὲ τοῦτο ἀπαιτεῖ, ὅ τι ἂν σημαίνῃ, εἴτε πάθος εἴτε ἐνέργειαν. ὀξυτόνως ἀπορρώξ ἡ ἀπορροὴ, βαρυτόνως δὲ τὸ ἀπόρρηγμα.

*εἰς αὐτὸν γὰρ ὀμνύουσιν οἱ ἐπιχώριοι.

756. *ἦρχε] χωρὶς τοῦ ν τὸ ἦρχε, διὰ τὸ ἐπιφέρεσθαι δύο σύμμ- φωνα.

763. *ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.

764. ποδώκεας] τινὲς ὡς εὐσεβέας· καὶ οὕτως αἱρεῖ ὁ λόγος, εἴ γε καὶ τὸ ποδώκης ὀφείλει ὀξύνεσθαι, καθὸ τὰ εἰς υς ὀξύτονα, φυ- λάσσοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, δριμύς ἄδριμυς, οὐχ οὕτως δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος ἵσταται ἐπὶ τῆς ὀξείας, ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής. οὕτως οὖν ὤφειλε καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γενόμενον ἀπὸ τοῦ ὠκύς. ἀλλά φασιν εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης. παρὰ γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι “ποδώκης δῖ᾿ Ἀταλάνη.” τί οὖν ἐπὶ τοῦ Δόλωνος; κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασι καὶ ἐπὶ τούτου “ὃς δή τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης” (Il. 10, 316).

765. οἰέτεας] ὡς Διομήδεας. ἔστι δὲ καὶ ἐπὶ τούτου τοῦ σχημα- τισμοῦ παράλογος ὁ τόνος· τὰ γὰρ παρὰ τὰ εἰς ος λήγοντα οὐδέτερα [*](1. Lemma υἱὸς Πειριθόοιο, prae- 16. εἰς αὐτὸν—ἐπιχώριοι in marg. fixa διπλῇ περιεστιγμένη. inter. sine lemmate. 4. Δημοκρίνης] Suspectum nomen 20. αἱρεῖ Bekkerus] ἐρεῖ aliunde non cognitum. 31. λήγοντα οὐδέτερα δισύλλαβα 6. διπλῆ περιεστιγμένη praefixa. Bastius App. Ep. crit. p. 28] 15. ἀπόρρηγμα Bekk.] ἀπόρρυμα λήγον ου δισύλλ)

130
δισύλλαβα, συντιθέμενα, εἰς ης λήγοντα ἐπιθετικὰ, μὴ ἔχοντα τὸ η πρὸ τέλους, πάντα ὀξύνεται, εὐγενής εὐκλεής εὐειδής· οὕτως δὲ καὶ εὐτειχής. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτος τὸ αὐτὸ ἀναδέχεσθαι· νυνὶ δὲ κατὰ βαρεῖαν τάσιν ἀναγινώσκουσιν, ἀλλʼ οὐδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες· ἑξετέα γὰρ ἀδμήτην (Il. 23, 266) ἀναγινώ- σκουσιν ὡς εὐσεβέα.

σταφύλῃ] οὕτως σταφύλῃ ὡς κοτύλῃ. ἔστι δὲ ἄμφω ἴσας τὸ νῶτον ὡς σταφύλῃ μετρεῖσθαι, ὅ ἐστι λαοξικῷ διαβήτῃ, ὃς ἄμα πλάτος καὶ ὕψος μετρεῖ· ὁ δὲ διαβήτης μόνον πλάτος.

συντόμως πᾶσαν ἵππων ἀρετὴν καὶ ὁμοιότητα περιέλαβεν· διαφέ- ρουσι γὰρ ἀλλήλων ἵπποι ἡλικίᾳ, χρόᾳ, μεγέθει, γένει, δυνάμει. τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν ἐμ- φαίνειν, ὡς τὸ “καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργʼ εἰδυῖα” (Od. 15, 418) καὶ τὸ “οὐ δέμας οὐδὲ φυὴν, οὔτʼ ἄρ φρένας, οὔτε τι ἔργα” (Il. I, 115).

767. φόβον Ἄρηος φορεούσας] ὅτι τὴν ἐν πολέμῳ φυγὴν φόβον Ἄρεως εἴρηκεν· ἀρετὴ γὰρ ἵππων οὐ μόνον διώκειν, ἀλλὰ καὶ ὅτε δέοι ἀταράχως φεύγειν, διωκέμεν ἠδὲ φέβεσθαι (II. 5, 223).

769. *φέρτατος] οὕτως φέρτατος, οὐ φέρτερος, αἱ Ἀριστάρ- χου.

776. ἐλεόθρεπτόν τε σέλινον] ἄλλο τοῦτο τὸ ἕλειον σέλινον παρὰ τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται· στραγγουρία γὰρ ἀεὶ πολεμεῖ τοὺς ἀργοῦντας τῶν ἵππων. ἠτυμολόγηκε δὲ διὰ τοῦ ἐλεόθρεπτόν τε σέλινον τὸ ἐξ ἕλους σευόμενον· ἐν τοῖς ἕλεσι γὰρ τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον.

777. ἔστασαν] δασυντέον τὸ ἔστασαν· ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος, ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυντέλι- κος· οἱ δὲ ἀόριστοι ψιλὸν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέγονται· “στὰν δὲ μεταστοιχεί” (Il. 23, 358), καὶ ὁ πρότερος “στῆσαν ἀείραντες” (Od. 2, 425). οὐκέτι δὲ ὁ ἔστασαν στάσαν.

781. *γαῖα δʼ ὑπεστενάχιζε] ἐνταῦθα ἡ ἀνταπόδοσις καὶ προλέ- γεται καὶ ἐπιλέγεται.

783. Τυφωέος] οὕτως Τυφωέος, ὡς Ἀχιλλέως· καὶ γὰρ “Τυφωέϊ [*](17. Ἄρεως] ἄρεος 23. *πολεμεῖ] ὃ πολεμεῖ 21. * ἕλειον] om. 29. μεταστοιχεὶ] μεταστοιχεῖ hic 22. * στραγγουρία γὰρ ἀεὶ] om. et ad 23, 358.)

131
γαῖαν ἱμάσσῃ,” ἀπʼ εὐθείας τῆς Τυφωεύς. συνήθης δὲ αὐτῷ ὁ τοιοῦ- τος τύπος παρώνυμος.

791. ἀπὸ τούτου ἕως τοῦ τῷ μιν ἐεισαμένη (795) ἀθετοῦνται στίχοι πέντε. εἰ γὰρ ἕνεκα τοῦ προαπαγγεῖλαι ὅτι παραγίνονται οἱ Ἕλληνες, ἤρκει ὁ Πολίτης, εἴπερ ὅλως ἐπετήρει. εἰ δὲ ἕνεκα τοῦ προτρέψασθαι μὴ τολμῶντας προελθεῖν, ἔδει αὐτοπρόσωπον παρεῖναι. ἔθος τέ ἐστι τοῖς μεταμορφουμένοις θεοῖς κατὰ τὴν ἄφοδον ἀπολιπεῖν τεκμήριον εἰς ἐπίγνωσιν. οἵ τε λόγοι οὐχ οὕτως εἰσὶν ἐσχηματι- σμένοι τοῦ Πολίτου ὡς πρὸς πατέρα, ἀλλʼ εἰσὶν ἐπιτεταμένοι καὶ ἐπιπληκτικοί. καὶ τὸ “Ἕκτορ, σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι” Πολίτῃ ἀνοίκειον· μᾶλλον δὲ Ἴριδι ἁρμόζει ἐπιτάσσειν.

795. προσέφη] γρ. μετέφη.