Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

689. *κούρης χωόμενος] ὅτι ἐλλείπει ἡ περί πρόθεσις.

690. τὴν ἐκ Λυρνησσοῦ] ἡ διπλῆ περιεστιγμένη, ὅτι Ζηνόδοτος γράφει τὴν ἐν Λυρνησσῷ. οὐκ ἔλαβε δὲ αὐτὴν ἐν Λυρνησσῷ, ἀλλὰ πρότερον κατάξας τῷ Ἀγαμέμνονι ἐξαίρετον ἔλαβεν αὐτὴν γέρας.`

694. ἀνστήσεσθαι ἔμελλεν] ὅτι Ζηνόδοτος γράφει ἀστήσεσθαι ἔμελλεν, διὰ τοῦ καταπροηγουμένως λόγου αἰολίζοντος, ἀλλʼ οὐχὶ σπανίως δι᾿ εὐφωνίαν. οὐδʼ οἱ Αἰολεῖς δὲ οὕτως λέγουσιν.

695. βαρυτονητέον τὸ Φυλάκην πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνο- μένου.

696. Δήμητρος τέμενος] ὅτι οὐ τὸν Πύρασον λέγει Δήμητρος τέμενος, ἀλλὰ πόλις ἐστὶ Δημήτριον καλουμένη.

τοῦτο καὶ τῶν ἐπάνω καὶ τῶν ἑξῆς χωριστέον· ἡ Δημήτριον γὰρ πόλις καθʼ ἑαυτήν ἐστιν. ἀσυνδέτως δὲ ἐξενήνεκται, ὡς καὶ ἀπάνω [*](6. ἵν᾿ ᾖ—] ἵν᾿ ᾖ καθʼ ἑαυτὸ τὸ 22. ἀστήσεσθαι Bekk.] ἀνατά- ἐππιφερόμενον, ὑπακουομένου καὶ ἐνταῦθα σασθαι (sic). V. Duentzer. Zenod. ἔσπετε, οἱ τ᾿ Ἄλον—Friedl. p. 60 et La Roche Textkr. p. 345. 10. οὐ γὰρ μόναι] καὶ γὰρ μόνον Proxima (in quibus μὴ ante κατα- Friedl. προηγουμένως inseruit Duentzerus) 13. Lemma om. corrupta vel defecta. In fine νέμοντο] ἐνέμοντο. Aristarchus Lehrsius ἀλλʼ οὐχὶ Ὅμηρος, εἰ μὴ Τρηχῖνα νέμοντο scripserat. σπανίως.)

127
Ἑρμιόνην Ἀσίνην τε (560). Τροιζῆνα Ηϊόνας τε (561)· ἡ γὰρ Ἑρμιόνη καὶ ἡ Τροιζὴν ἀσύνδετα. οἱ δὲ πρὸς τὰ ἐπάνω συνάπτουσιν, ἵν᾿ ὁ Πύρασος λέγηται Δήμητρος τέμενος διʼ εὐκαρπίαν, κακῶς.

697. ἀγχίαλόν τʼ Ἀντρῶνα] ὅτι Ζηνόδοτος γράφει ἀγχιάλην τʼ Ἀντρῶνα. καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος.

699. ἔχεν κάτα] εἰ συντάσσεται τῷ ἔχεν, δῆλον ὅτι καὶ ἀναστρέ- φεται· πρόδηλον δὲ ὅτι συντάσσεται, ἐν οἷς φησὶν ἐν ἄλλοις “τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα” (Il. 3, 243).

701. δόμος ἡμιτελής] ἤτοι ἄτεκνος, ἢ ἀφῃρημένος τοῦ ἑτέρου τῶν δεσποτῶν, ἢ ἀτελείωτος· ἔθος γὰρ ἦν τοῖς γήμασι θάλαμον οἰκοδομεῖσθαι. διὸ οἱ πολλοί φασιν ὅτι οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλεμον. βέλτιον δὲ εἰρῆσθαι ἡμιτελῆ διὰ τὸ μὴ γεγεννηκότα παῖδας πλεῦσαι. οἱ δὲ, ὅτι νεωστὶ γήμας οὐδέπω τελείως τὰ κατὰ τὸν γεγαμηκότος οἶκον διεπράξατο, ἀλλὰ πρότερον ἐστράτευσεν.

Δάρδανος ἀνήρ] οἱ μὲν τὸν Αἰνείαν ἀπέδοσαν, ὅτι βασιλεὺς ἦν Δαρδανίων, οἱ δὲ τὸν Εὔφορβον, ἕτεροι Εκτορα· τινὲς δὲ Ἀχάτην, ἑταῖρον τοῦ Αἰνείου, φονέα Πρωτεσιλάου. δύναται δὲ καὶ ἀνωνύμως ἔνα τινὰ τῶν Δαρδανίων λέγειν.

707. *ὁ δʼ ἄμα] οὕτως αἱ Ἀριστάρχου, ἅμα, οὐ διὰ τοῦ ρ ἄρα.

717. Ὀλιζῶνα] προπερισπωμένως ὡς Μεδεῶνα. Νικίας δὲ οὐκ εὖ ὡς περίζωμα.

718. τῶν—εἰδώς] ὅτι Ζηνόδοτος γράφει τῶν αὗ ἡγεμόνευε Φιλο- κτήτης ἀγὸς ἀνδρῶν. ὁ δὲ ποιητὴς προδιασυνίστησιν ἐν τῷ καταλόγῳ τὴν ἑκάστου ἀρετήν.

721. *ἄλγεα] καὶ ἐπὶ τῶν ψυχικῶν ὀδυνῶν ἔλαβεν.

722. Λήμνῳ ἐν] ὅτι ἐν Λήμνῳ ἔμενε καταλελειμμένος ὁ Φιλο- κτήτης· οἱ δὲ νεώτεροι ἐν νησιδίῳ ἐρήμῳ.

ἱστόρηται ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς ἀρύσῃς καλουμένης Ἀθηνᾶς ἐδήχθη ὑπὸ ὕδρου, καὶ ἀνιαρῷ τραύματι [*](1. Τροιζῆνα—Τροιζὴν] τροίζηνα— 22. οὐκ εὐ] γράφει Ὀλίζωνα addit τ;ροίζην 2. οἱ δὲ Bekk.] om. 26. τὴν Frieddl.] τήν περὶ 19. *ἑταῖρον τοῦ—Πρωτεσιλάου] 27. ὀδυνῶν] ο ἕτερον τοῦ—πρωτεσίλαον 29. νησιδίῳ Bekk.] τῆι σιδίωι)

128
περιπεσὼν κατελείφθη αὐτόθι ὑπὸ τῶν Ἑλλήνων· ᾔδεισαν γὰρ τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους.

724. ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἀναγκαῖον δέ ἐστι γνῶναι ὅτι ὕστερον ἀνεκομίσθη ἐκ Λήμνου ὁ Φιλοκτήτης.

τάχα δὲ μνήσεσθαι ἔμελλον] ταχέως δὲ οἱ Ἕλληνες ἔμελλον μνημονεύειν καὶ χρήζειν τοῦ Φιλοκτήτου, ἐπειδὴ εἵμαρτο χωρὶς τῶν Ἡρακλέους τόξων μὴ ἁλῶναι τὴν Ἴλιον. εἶχε δὲ ταῦτα ὁ Φιλοκτήτης, ἐαθέντα αὐτῷ ὑπὸ Ἡρακλέους, καθὸ μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οἴτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης.

727. ἀλλὰ Μέδων κόσμησεν] ὅτι Ζηνόδοτος γράφει τοὺς δὲ Μέδων κόσμησεν, ἵνα συνδήσῃ τὴν φράσιν, ἠθετηκὼς τοὺς προειρη- μένους στίχους.

730. Οἰχαλίην] ὅτι οὐ τῆς Εὐβοίας ἡ Οἰχαλία καθ᾿ Ὅμηρον, ὡς παρὰ τοῖς νεωτέροις, ἀλλὰ τῆς Θεσσαλίας.

731. * Ἀσκληπιοῦ] οὕτως ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀσκλη- πιοῦ.

733. *τοῖς δέ] οὕτως κατὰ δοτικὴν πτῶσιν τοῖς δέ Ἀρίσταρχος, ὡς πρόκειται.

735. Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα] Ἀστέριον, ὅτι ἐφʼ ὑψηλοῦ ἐστὶ τόπου· διὰ δὲ τὸ διαφανὲς οὕτω κέκληται. Τιτάνοιο δὲ διὰ τὸ λευκόν (τίτανος γὰρ ἡ κονία), καὶ διὰ τὸ τιτάνῳ κεχρῖσθαι τὰς οἰκίας.

Ἀστέριον] διαφανὴς καὶ ἐφʼ ὕψους κειμένη πόλις.

739. Ὄρθην] οὕτως ὡς Σπάρτην. ἵνʼ ἡ ἴδιον.

Ἠλώνην τε] ὡς κορώνην. ταύτην δὲ Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρου.

Ὀλοοσσόνα λευκήν] οὕτως ὀξυτόνως· ἐπιθετικῶς γὰρ τέτακται. Ὀλοοσσόνα δὲ οὕτως παροξυτόνως φησὶν ἐν τῇ καθόλου.