Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

798. *τὸν ἡ περισπαστέον· ἔστι γὰρ βεβαιωτικός.

μὲν δή] οὕτως αἱ Ἀριστάρχου, ἤδη μέν, καὶ ἐν τοῖς πρὸς Κωμανὸν ὁμοίως προφέρεται, καὶ μήποτε παραπλήσιόν ἐστι τῷ “ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν” (Il. 3, 184).

801. προτὶ ἄστυ] οὕτως προτὶ ἄστυ, οὐ περὶ ἄστυ, ἵνα ὦσιν ἐρχόμενοι πρὸς τὴν πόλιν. ὁμοίως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης γράφουσιν.

802. *σοὶ δέ] ὅτι περισσεύει ὁ δέ σύνδεσμος.

805. τοῖσιν ἕκαστος] ἀπʼ ἄλλης ἀρχῆς· ἀσύνδετος γὰρ ὁ λόγος. τὸ δὲ ἑξῆς, τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα· τὴν αἰτίαν προλαβόντος τοῦ ποιητοῦ.

807. ἠγνοίησεν] ὅτι τοῦτό ἐστι τὸ πλανῆσαν τὸν τὰ ἐπάνω δια- σκευάσαντα. οὐ κεῖται δὲ συνήθως ἡμῖν τὸ ἠγνοίησεν, ἀλλʼ ἀντὶ τοῦ οὐκ ἀπίθησεν.

808. δʼ ἔλυσ᾿] τινὲς ἀπὸ τοῦ λ τὴν ἀρχὴν ποιοῦνται καὶ προ- περισπῶσιν, ἵνα ποιητικώτερον γένηται, ἔφαμεν δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ διαφόρως ὁρᾶσθαι· “ἂν δʼ ἄρ᾿ ἔβη Πρίαμος (Il. 3, 261) “αὐτὰρ ὁ βῆ ῥ᾿ ἰέναι᾿ (Il. 10, 73)· “οὐδʼ ἔλαθ᾿ Ἀτρέος νἱόν” (Il. 17, Ι) “ἐμὲ δʼ οὐ λάθεν” (Od. 9, 281).

[*](2. τύπος Bast. ad Greg. p. 10.] 14. Lemma ἦ μὲν δὴ, superscrip- to ἤθη μέν, quae Aristarchi scriρ- τόπος 3. emma εἴσατο δὲ φθογγὴν, tura fuit. praefixo obelo. ἤδη μέν, καὶ] ἤδη καὶ 6. τολμῶντας Bekk.] τολμῶντος 15. τῷ] τὸ)
132

809. πᾶσαι δʼ ὠΐγνυντο πύλαι] ὄτι ἔμφασιν ἔχει πολλῶν πυλῶν, μία δέ ἐστι· καὶ ἔστι τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι.

811. *οὕτως αἰπεῖα ὡς ὀξεῖα.

813. οὕτως προπαροξυτόνως Βατίειαν, ὡς Ἀλεξάνδρειαν.

814. πολυσκάρθμοιο] πολυκινήτον, ταχείας, διὰ τὸ πολλὰ ἐνερ- γεῖν αὐτὴν ἐν τῷ πολέμῳ· σκαρθμὸς γὰρ ἡ τῶν ποδῶν κίνησις. Μύρινα δὲ Ἀμαζόνος ὄνομα.

816. κορυθαίολος] ὁ αἰόλλων τὴν περικεφαλαίαν, ὅ ἐστι κινῶν, διὰ τὰς ἐν τῷ πολέμῳ συνεχεῖς καὶ σφοδρὰς ἐνεργείας. ἢ ὁ αἰόλον καὶ ποικίλην ἔχων τὴν περικεφαλαίαν. ἢ ὁ εὐκίνητος ἐν τοῖς πολέμοις.

819. ὅτι τῶν Δαρδάνων ἦρχεν Αἰνείας, καὶ αὐτὸς ὢν Δάρδανος. πρὸς τὸ “τὸν δʼ ἔκτανε Δάρδανος ἀνήρ” (701).

820. *ὑπ᾿ Ἀγχίσῃ] ὅτι περιττεύει ἡ ὑπό.

824. οὕτως ὑπαί, ὡς καταί καὶ παραί· αἱ γὰρ προθέσεις ἐπαυ- ξανόμεναι διὰ τοῦ ῑ φυλάσσουσι τὸν αὐτὸν τόνον.

827. ὅτι οὐ τὸ τόξον λέγει, ἀλλὰ τὴν τοξικὴν ἐμπειρίαν· τὸ γοῦν τόξον αὐτῷ ὁ κεραοξόος κατασκευάζει (Il. 4, 110).

828. Ἀπαισοῦ] οὕτως Ἀπαισοῦ ὡς ἀγανοῦ. καὶ ἴσως ἀκολούθως τῷ “ὅς ῥ᾿ ἐνὶ Παισῷ” (Il. 5, 612).

830. * Ἄμφιος λινοθώρηξ] ὅτι καὶ ἕτερος Ἄμφιος, Περκώσιος, Ἐλάτου υἱός (Il. 5. 612).

831. περὶ πάντων] οὕτως φυλακτέον τὸν τόνον τῆς προθέσεως. εἴτε γὰρ πρόθεσίς ἐστιν ἀντὶ προθέσεως παρειλημμένη, ἀντὶ τοῦ ὑπὲρ πάντων, φυλάσσεται ὁ τόνος, καθότι πᾶσα πρόθεσις ἀντὶ ἑτέρας προθέσεως λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον· εἴτε ἀντὶ τοῦ περισσός, φυλάσσει τὸν τόνον, ὡς τὸ “ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν” (Od. 1, 66)· “οὗ περὶ μὲν πρόφρων κραδίη” (Il. 10, 244). καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν, ὡς ὅτι πρὸς αὐτοὺς. τοὺς τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται.

832. οὕτως τὸ αὐτοῦ ἔασκε κατὰ συστολήν· οὕτως καὶ πάντες· τὰ γὰρ διὰ τοῦ σκε παρηγμένα Ἰακῶς βραχεῖαν ἔχει τὴν παραλή- γουσαν· “ὧδε δέ τις εἴπεσκε” (271), “τὴν αὐτὸς φορέεσκε” (Il. 15, 646).

835. * Πράκτιον] ὅτι ἔνιοι ποταμὸν λέγουσι τὸν Πράκτιον.

[*](20. τῷ Lehrsius] τὸ 23. In textu περι sine accentu.)
133

τινὲς ἐκτείνουσι τὴν πρώτην τοῦ Πράκτιον.