Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

201. * οἳ σέο] οὕτως ὀρθοτονητέον τὴν σέο· ἀντιδιασταλτικὴ γάρ ἐστιν.

203. οὐ μέν πως πάντες βασιλεύσομεν] οὐκ ἔσται δημοκρατία [*](librarius Ἀτρείωνος. Talia enim versum monuisse. addebant ubi videbant illud οὕτως 6. καταστολήν Bekkerus] κατά- non respondere ad lectionem quae στασιν exstaret in codice ad quem scholia 7. *τοῦτό φησιν] om. adscriberent. Eadem aliorum 19. * προστέθειται] om. scholiorum plurimorum ratio est 25. τραγικοὺς] Eurip. Hec. 143. ubi οὕτως ad diversam ab 26. ἀντιδιασταλτικὴ γάρ Vill.] ἀντί codicis lectione scripturam refer- γαρ διασταλτικὴ (sic) tur, de quo satis erit hic in uni-)

90
φησίν. εἰ δὲ τοῖς μείζοσι ταῦτα ἔλεγεν, ἐξῆπτε τὴν στάσιν, σπου- δαρχιδῶν ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ καθαπτόμενος. manus rec.

*τούτῳ καὶ τοῖς μετ᾿ αὐτὸν δύο ἡ στιγμὴ παράκειται.

204. οὐκ ἀγαθόν] οὕτως ἡ Περσῶν ἀρχὴ διὰ τῆς μοναρχίας μεγάλη ἐστί· καὶ οἱ Ἀθηναῖοι δὲ, ὁπότε πλείονας παρεῖχον τῷ στρατεύματι ἡγεμόνας, ὡς ἐν Αἰγὸς ποταμοῖς τοὺς ἐννέα, ἡττῶντο, ὁπότε δὲ δι᾿ ἑνὸς ἐποιοῦντο τοὺς ἀγῶνας, ἐνίκων, ὥσπερ ἐν τῇ Κνίδῳ ὁ Κόνων τὸ Πελοποννησίων στρατόπεδον, ὅπου γε καὶ αὐτὰ τὰ σώματα ἡμῶν, εἰ ἦσαν ἐξ ἑνὸς στοιχείου, οὐδέποτε ἂν ἤλγουν. οὐδὲ γὰρ ἦν ὑφ᾿ οὗ ἀλγήσειαν ἓν ὄντα, ὥς φησιν ὁ θεῖος Ἱπποκράτης. καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς ἀνὴρ “πᾶν τὸ πολὺ τῇ φύσει πολέ- μιον· τὰ γὰρ πολλὰ ἀλλήλοις ἀνθιστάμενα πόλεμον ἐπιφέρει, ἀφ᾿ οὗ φθορά.”

τελεία στιγμὴ ἐπὶ τὸ πολυκοιρανίη, ἐπὶ δὲ τὸ ἔστω διαστολὴ, καὶ ὁμοίως ἐπὶ τὸ βασιλεύς. καὶ καθόλου τὰς ἐπαναλήψεις τῶν λέξεων οὕτως κατορθοῦμεν.

205. ᾧ ἔδωκε Κρόνου παῖς] εἰ μὴ γὰρ ἦν καλὸν, οὐδ᾿ ἂν οἱ θεοὶ αὐτῷ ἐχρῶντο. ἅμα δὲ σημαίνει ὅτι θεόσδοτόν ἐστι τὸ τῆς βασιλείας γέρας. manus rec.

*τὸ δῶκε Ἰακῶς· οὕτως Ἀρίσταρχος.

ἀγκυλομήτεω] ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη ἤτοι ἀγκύλα καὶ σκολιὰ βουλευσάμενος κατὰ τοῦ πατρὸς καὶ τῶν παίδων, ὥς φησιν ὁ Ἡσίοδος (τοῦ μὲν γὰρ τὰ αἰδοῖα τῇ ἅρπῃ ἀπέτεμε, τοὺς δὲ κατέπινεν), ἢ ὁ τὰ ἀγκύλα καὶ σκολιὰ καὶ δυσχερῆ πράγματα τῇ μήτιδι περιλαμβάνων, κορόνους τις ὢν καὶ τέλειος νοῦς, ὡς φησι καἰ ἡ Δημώ.

207. κοιρανέων] βασιλικὰ διαπραττόμενος ἔργα. manus rec.

δίεπε] διὰ τοῦ στρατοῦ ἐνήργει. manus rec.

*δασυντέον τὸ ἕπω· πρόδηλον κἀκ τῆς συναλοιφῆς, “ὣς ἔφεπε κλονέων.” (ΙΙ. 11, 496.)

208, 209. οἱ δ᾿ —ἠχῇ] σνναπτέον ἕως τοῦ ἠχῇ, ἐφ᾿ ὃ διασταλ- [*](8. * Πελοπονυησίων] περσῶν eat τέλειος νοῦς καὶ εἰδήμων τῶν 9. οὐδὲ scripsi pro οὔτε. σκολίων πραγμάτων καὶ εὐμήχανος. 11. *καὶ ἐν—ἀνήρ] om. δηλοῦ δὲ et quae sequuntur in 17. *οὐδ᾿ ἂν οἱ] οὐδὲ οἱ scholio ed. Bomanae et Aldinae. 26. *ἡ Δημώ] ἡδημῶ. In cod. 31. τοῦ addidit Bekkerus. Vat. 915 (Philol. vol. 11 p. 168) ἐφ ὃ Fiedl.] ἐφ᾿ οὖ)

91
τέον βραχύ· ἀντέστραπται γὰρ ἡ παραβολὴ καὶ ἡ ἀνταπόδοσις προτερεῖ. εἰ οὖν τεταγμένη ἦν ἡ παραβολὴ προτέρα καὶ ἡ ἀνταπό- δοσις δευτέρα, πάντως ἂν πρὸ τῆς παραβολῆς ἐστίξαμεν τὸν τρόπον τοῦτον· ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης αἰγιαλῷ βρέμεται, οὕτως ἐκεῖνοι ἀγορήνδε αὖτις ἐπεσσεύοντο· καὶ ἐγίνοντο αἱ συνήθεις ταῖς ἀνταποδοτικαῖς περιόδοις ὀρθαὶ ὑποστιγμαί. ἐπεὶ δὲ ἀντέστρα- πται καὶ ἡ ἀνταπόδοσις πρώτη ἐστὶν, ἀδύνατον πρὸ τῆς παραβολῆς στίζειν.

208. κῦμα] τοῦτο τὸ εἰκόνισμα ἔλαβε πρὸς τὴν κίνησιν, τὸν δὲ βρόμον πρὸς τὴν ἀπήχησιν. manus rec.

210. αἰγιαλῷ μεγάλῳ βρέμεται] συμφυῶς τῷ ὑποκειμένῳ τετρά- χυνται τὸ ἔπος ταῖς ὀνοματοποιίαις. καλῶς δὲ καὶ τὸ μεγάλῳ, ἐμφῆναι θέλων τὴν παράτασιν τῶν κυμάτων. manus rec.

212. Θερσίτης] ὠνοματοπεποίηται τὸ ὄνομα παρὰ τὸ θέρσος Αἰολικόν. manus rec.

Οἰνεὺς καὶ Ἄγριος ἀδελφοὶ, ὡς λέγει ὁ ποιητὴς ἐν τῇ Θ. ἀλλ᾿ ὁ μὲν Οἰνεὺς ἦν πατὴρ Μελεάγρου, ὁ δὲ Ἄγριος Θερσίτου. μήτηρ δὲ Θερσίτου Δῖα.

Οἰνεῖ ἀμελήσαντι τῆς Ἀρτέμιδος θυσιῶν ἕνεκα ἡ θεὸς ὀργισθεῖσα ἔπεμψε τῇ πόλει σῦν ἄγριον, ἐφ᾿ ὃν ἦλθε στρατεία τῶν ἀριστέων τῆς Ἑλλάδος, ἐπειδὴ ἐλυμαίνετο τὴν χώραν, ὥς φησιν αὐτὸς ὁ ποιητὴς ἐν τῇ Ι (533). μεθ᾿ ὦν ἦν καὶ ὁ Θερσίτης, ὃς δειλωθεὶς κατέλειψε τὴν παραφυλακὴν ἐφ᾿ ἧς ἦν, καὶ ἀπῆλθεν ἐπί τινα τόπον ὑψηλὸν, τὴν σωτηρίαν θηρώμενος. ὀνειδιζόμενος δὲ ὑπὸ Μελεάγρου ἐδιώκετο, καὶ κατὰ κρημνοῦ πεσὼν τοιοῦτος ἐγένετο οἷον ὁ Ὅμηρος αὐτὸν παρί- στησιν. ἱστορεῖ Εὐφορίων. ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν ὁ Θερσίτης ἐστράτευσεν εἰς Τροίαν τοιοῦτος ὤν. ῥητέον οὖν ὅτι ἤτοι στασιώδης ὢν οὐκ ἀπελείφθη ἐπὶ τῆς πατρίδος, ἢ ὅτι κατ᾿ ἐπεισόδιον παρῆκται πρὸς τὸ ἐκ τοῦ σκυθρωποῦ πρὸς ἱλαρότητα τὰς ψυχὰς ἀνακαλέσασθαι τῶν Ἑλλήνων, ὥσπερ εἴληπται καὶ Ἥφαιστος γέλωτος χάριν παρὰ τοῖς θεοῖς ἐν τῇ Α. λαμβάνεται δὲ πᾶν ἐπεισόδιον τῷ ποιητῇ ἢ πιθανότητος ἕνεκεν, ἢ χρείας, ὥσπερ τοῦτο νῦν, ἢ κόσμου καὶ ὑψώσεως χάριν.

[*](1 et 6. ἀντέστραπται Vill.] ἀνέ- ματοποιίας στραπται 16. Praescriptum σχόλ. *καὶ ἡ] ἡ om. 22. δειλωθεὶς] δηλωθεὶς 9. *τὸ εἰκόνισμα ἔλαβε] om. 31. ἢ πιθανότητος] πειθανότητος 12. *ταῖς ὀνοματοποιίαις] τῆς ὀνο- sine ἢ)
92

ἐπίτροπον τοῦ ποιητοῦ φασὶν αὐτὸν, σφετερισάμενον τὴν οὐσίαν, ὃν κακῶς λέγει. τῶν ἀκόσμων δὲ εἰδὼς τὴν ὀργὴν ἐπιπλήξεσιν ἢ γέλωτι πανομένην, πρὸς μὲν τὸ ἐπιπλήσσειν Ὀδυσσέα, πρὸς δὲ τὸ γελᾶν Θερσίτην ἔλαβεν, ὡς καὶ ἐπὶ τῶν θεῶν ἐν τῇ A τὴν Ἥραν καταστέλλει Ζεὺς μὲν ἀπειλῶν, Ἥφαιστος δὲ γελοῖος φανείς. καὶ νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι τὸ στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρισθῆναι τὸν Ἀγαμέμνονα· ἀλλʼ οὐ λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει ἀλλʼ Ὁμήρῳ πρώτῳ σιλλοὶ πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει, καὶ ὁ Θερσίτης τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, ἐπεὶ σεσωφρόνισται τοῦ λοιποῦ νεικείειν βασιλῆας.

γιγνώσκειν χρὴ ὅτι αἱ τῶν διχρόνων ἐπενθέσεις τὰ μὲν ψιλούμενα οὐ μεταβάλλουσιν εἰς δασέα, τὰ δὲ δασυνόμενα ψιλοῦσιν.

212—215. Θερσίτης—ἔμμεναι] ἕως τοῦ ἔμμεναι στιγμὴ οὐδεμία ἐστὶν, ἀλλὰ πᾶσαι διαστολαὶ, ἐκολῴα, ᾔδη, μάψ, βασιλεῦσιν. ἐπὶ δὲ τὸ ἔμμεναι στιγμή. ὁ δὲ λόγος· Θερσίτης δʼ ἔτι μοῦνος ἐθορύβει, ὃς πολλά τε καὶ ἄτακτα λέγειν ἠπίστατο, ὥστε μάτην καὶ οὐ πρὸς λόγον φιλονεικεῖν τοῖς βασιλεῦσιν, ἀλλʼ ὅ τι ἂν αὐτῷ ἔδοξε γέλωτος ἄξιον φανήσεσθαι τοῖς Ἕλλησιν. τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ εἴσαιτο, καὶ ἀφʼ ἑτέρας γελοίιον Ἀργείοισιν ἔμμεναι, τελεία, ἵνʼ ᾖ ὁ λόγος τοιοῦτος, πᾶν τὸ παραστὰν αὐτῷ, καὶ εἰ μετὰ σπουδῆς παρ- έστη, τοῦτο γελοῖον ἦν· τὸ γὰρ ἔμμεναι ἀντὶ τοῦ ἦν κεῖται. πιθα- νώτερον δὲ τὸ πρότερον τὸ καὶ ἐκ προνοίας αὐτὸν καὶ ἑκόντα ἁμαρ- τάνειν. οὕτως Νικάνωρ.

215. *ὅ τι] εἴσαιτο εὐκτικὸν ἀντὶ τοῦ ὁριστικοῦ τοῦ ἐδόκει, ὡς τὸ “καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης᾿ (ll. 5, 311).

217. φολκός] ὡς ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου ἄρχεται, ὡς “ὄμματα καὶ κεφαλήν” (478)· “καρηκομόωντες.” manus rec.

*ὅτι ἅπαξ εἴρηται. ἔστι δὲ φολκὸς ὁ τὰ φάη εἱλκυσμένος, ὅ ἐστιν ἐστραμμένος.

[*](2. ὃν κακῶς λέγει in margine 20. ἑτέρας—ἴν᾿] ἑτέρας ἀρχῆς ἀνα- additum. γινώσκουσι τὸ “ἀλλʼ ὅ τι οἱ εἴσαιτο,” 4. ὡς καὶ—ἐν τῇ a manu rec. ἀνταπόδοσιν δὲ ἀξιοῦσιν εἶναι τὸ “γε- 4—11. ὡς καὶ—βασιλῆας] Haec λοίιον Ἀργείοισιν ἔμμεναι,” μεθʼ ὃ ab alia manu recentiore. ὑποτελεία τεθήσεται, ἵνʼ Friedl. Ni- 7. ἀλλ᾿] *δίκαιον γάρ· ἀλλ᾿ can. p. 156.)
93

ἕτερον πόδα] οἰκείως, ἐπεὶ δύο, ἢ τὸν ἀριστερὸν ἢ τὸν δεξιόν. τοῦτο δὲ πρὸς τὸ γελωτοποιεῖν ἄμεινον. ἧττον γὰρ ἂν ἐγελᾶτο, εἰ ἄμφω τὼ πόδε.

219. φοξός] φοξός εἴρηται ἀπὸ τῶν κεραμικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ἀπωξυμμένων, καθά φησι καὶ Σιμωνίδης· “αὕτη δέ” φησι “φοξίχειλος Ἀργείη κύλιξ.” ἔνιοι δὲ κυρίως τὸν ἐπὶ τὰ φάη, τουτέστι τὰ ὄμματα, ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν. ἄμεινον τὸ πρότερον.

φοξὰ κυρίως εἰσὶ τὰ πυριρραγῆ ὄστρακα, φαοξά τινα ὄντα. manus rec.

ψεδνή] πιθανῶς, ὅπως μὴ λανθάνῃ τὸ φοξὸν τῇ κόμῃ καλυπτό- μεμνον. manus rec.

ἐπενήνοθεν ἀπὸ τοῦ ἔθω ἐνέθω, ἤνοθα καὶ ἐπενήνοθα· ὅθεν καὶ ἔνοσις. ἢ ἀπὸ τοῦ θέω ὑπερβιβασμὸς ἔθω, ὡς ῥέω ἔρω· ἐν συνθέσει ἐνέθω, ἤνοθα, καὶ Ἀττικῶς ἐνήνοθα.

220. τοῦτο τὸ ἔπος δηλοῖ ὅτι ἐν τῷ πρώτῳ ζυγῷ τῶν ἀριστέων ἐτέτακτο μετ᾿ Ὀδυσσέως. ἄκρως δὲ ὑπογράφει τὸ μισοπόνηρον αὐτῶν, ὡς οὐκ ἠνείχοντο ἐπιγελᾶν ἀνθρώπων πονηρίᾳ, καὶ τὸ παροι- μιῶδες “ζητεῖ τοι συνετὸς συνετὸν φίλον, ἄφρονα δ᾿ ἄφρων.” τοῖς οὖν καλλίστοις ἐναντίος ὁ αἴσχιστος. manus rec.

ἔχθιστος δ᾿ Ἀχιλῆι] ὅτι Ζηνόδοτος τοῦτον καὶ τοὺς μετ᾿ αὐτὸν τρεῖς ἠθέτηκεν. πρὸς ὑπόθεσιν δέ τινα λέγονται. ἐπίτηδες γὰρ τούτων τῶν ἀγαθῶν ἐπεσβόλον παραγήοχεν. ἰστέον δὲ ὅτι Ἀχιλλεὺς αὐτὸν ἀναιρεῖ, ὡς ἱστορεῖ Κόϊντος ὁ ποιητὴς ἐν τοῖς μεθ᾿ Ὅμηρον (1, 765). φησὶ γὰρ ὅτι ἐν τῇ Ἀμαζονομαχίᾳ ἀνελῶν ὁ Ἀχιλλεὺς Πενθεσίλειαν τὴν τῶν Ἀμαζόνων βασίλισσαν, ὕστερον προσχῶν τὸ σῶμα αὐτῆς εὐπρεπὲς πάνυ, εἰς ἔρωτα ἦλθε τῆς προειρημένης, βαρέως τε ἔφερεν ἐπὶ τῷ θανάτῳ αὐτῆς· ὁρῶν δὲ δυσφοροῦντα αὐτὸν Θερσί- της συνήθως ἐλοιδόρει· ἐφ᾿ ᾧ ὀργισθεὶς ὁ ἥρως γρόνθῳ παίσας αὐτὸν ἀναιρεῖ παραυτὰ, τῶν ὀδόντων αὐτοῦ ἐνεχθέντων χαμαί.

[*](1. * ἢ τὸν δεξιόν] om. καὶ ἔστιν οἷον φαοξὸς, ὁ πρὸς τὰ φάη 2. *ἄμεινον] om. ὀξὺ ὁρώμενος. *ἂν] om. 17. μετ᾿ Ὀδυσσέως] * Ὀδυσσεύς 4. κεραμικῶν Vill.] κεραμεικῶν 18. παροιμιῶδες] * παροιμιῶδες δὲ 8. ἄμεινον Bekk.] ἀμφοτέρων συνάδει τούτοις 9. φαοξὰ] φλοξά. Correxi ex 20. αἴσχιστος Cobetus] ἔχθιστος Athen. 11 p. 480 d. Ὅμηρος ἐπὶ 23. παρογήοχεν Bekker.] παραγε- τοῦ Θερσίτου “φοξὸς ἔην κεφολήν” οχεν)
94

221. τώ] κὰν ταῖς Ἀριστάρχου ἐκδόσεσι δυϊκῶς εἶχε τὸ τώ· κἄν τισι δὲ τῶν παλαιῶν ὑπομνημάτων οὕτως ἐφέρετο.

τότ᾿ αὖτ᾿ Ἀγαμέμνονι] γνώμη· αἱ τῶν μεγάλων ἀτυχίαι ὑψοῦσι τοὺς ταπεινούς.

223. *νεμέσσηθέν τ᾿ ] ὁ τέ σύνδεσμος ἐγκλιτικὸς ὢν τὴν πρὸ ἑαυτοῦ συλλαβὴν ὀξύνει.

225. Ἀτρείδη, τέο δ᾿ αὖτ᾿ ἐπιμέμφεαι] τὸν ἀμετροεπῆ δείκνυσιν· ἃ γὰρ ἔδει ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγεσθαι, ὅτε ἔλεγεν Ἀγα- μέμνων “ἀγέραστος ἔω” (ΙΙ. 1, 119) καὶ “ἧσθαι δευόμενον (ib. 134), νῦν προβάλλεται, ἴσως τότε τῷ πρὸς Ἀχιλλέα φθόνῳ νικώ- μενος. manus rec.

τοιαῦτα ἦν καὶ τὰ παρὰ Ἀχιλλέως “ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον” (ib. 166)· τοῦτον δὲ τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν ἄγει.

226. πολλαὶ δὲ γυναῖκες] ὅτι Ζηνόδοτος γράφει πλεῖαι δὲ γυναικῶν καὶ τοὺς ἑξῆς δύο ἠθέτηκεν, ἐν οἷς μάλιστα ὁ Θερσίτης γελοιοποιός.

227. ὅτι τοῦτον καὶ τὸν ἑξῆς Ζηνόδοτος ἠθέτηκεν. ἡ δὲ αἰτία προείρηται.

229. * ὅν κέ τις οἴσει] ὅτι περισσὸς ὁ κε.