Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

173. *διογενὲς Λαερτιάδη] προσαγορευτικὴ ἡ περίοδος· διὸ τε- λείαν στικτέον,

175. πολυκλήϊσι] τινὲς προπερισπῶσιν, ὡς καὶ τὸ ἀπλοῦν “ἐπὶ κληῖσι κάθιζον” (Od. 2, 419)· ὡς γὰρ πλοκαμίς—“ἐϋπλοκαμῖδες Ἀχαιαί” (ib. 119), οὕτως καὶ κληίς καὶ πολυκληΐς. οὐκ ἔχει δὲ οὕτως ἡ ἀνάγνωσις. ἔστιν οὖν λόγος ὑπὲρ τῆς βαρυνομένης λέξεως οὗτος. τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, περισκελίς, τοῦ δὲ δευτέρου δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ εὐκλήϊς καὶ πολυκλήϊς βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ, ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις· κα γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ ἐυκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ ἐν Θεσσαλικοῖς “τοὶ δ᾿ ἤδη ἐπὶ νηὸν ἐϋκνή- μιδος Ἰτώνης.”

*πεσόντες] πεσόντες, οὐκ ἐμβάντες, ὅ ἐστι σύμβολον ἀτάκτου φνγῆς.

176, 177, 178. *ὅτι ἐνταῦθα τάξιν ἐπέχουσιν.

179. *κατὰ λαόν] ἐνταῦθα καὶ τὸν λόγον ὑποτέθεικεν Ἀρίσταρχος οὕτως ὥστε νοεῖσθαι, ἴθι κατὰ λαόν.

180. *ὅτι ἐνταῦθα οἰκείως τέτακται. καθὰ καὶ ἄνω χωρὶς τοῦ δὲ συνδέσμον.

183. βῆ δὲ θέειν] ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ. [*](15. μεταληπτικὰ Lehrsius] μετα- 24. * πεσόντες, οὐκ] πεσόντες om. *8 ἐστι] ὅτι ληπτικὸν. 19. εὐκλήϊς καὶ πολυκλήϊς Lehr- 26. ὅτι] Refertur ad ἀστερίσκους sius] εὔκληις καὶ πολύκληῖς. tribus his versibus praescriptos, 21. ἐυκνήμις Lehrsius] εὔκνηιις. pariterque v. 180. 22. νηὸν ex Etym. Μ.] νηῶν 29. ἄνω] Vide ad v. 164.)

88
ἔστι δὲ, ὥρμησεν ἐπὶ τὸ θέειν. ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς.

*ἀπὸ δὲ χλαῖναν βάλε] χλαῖνα ἡ τετράγωνος χλαμὺς, ἡ εἰς ὀξὺ λήγουσα.

184. *κῆρυξ Εὐρυβάτης] ὅτι καὶ ἕτερος Εὐρυβάτης ὁμώνυμος ὃ (ΙΙ. 1, 320; 9, 170).

186. δέξατό οἱ σκῆπτρον] ὅτι ἀρχαικώτερον δέξατο αὐτῷ τὸ σκῆ- πτρον ἀντὶ τοῦ παῤ αὐτοῦ.

Ὀδυσσεὺς, φησὶ, παρὰ τοῦ Ἀγαμέμνονος λαμβάνει τὸ σκῆπτρον. οὐχ ἀπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλ᾿ ἵνα δοκῇ σὺν τῇ τοῦ βασιλέως γνώμῃ κρατεῖν αὐτούς.

*ἄφθιτον αἰεὶ] τὸ ἀθάνατον ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσ- σουσι, τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων.

187. *ὅτι Ζηνόδοτος γράφει σὺν τῷ βὰς κατὰ νῆας.

188. *πρὸς τὴν τάξιν τῶν ἑξῆς τὸ ἀντίσιγμα.

189. *τὸν δ᾿ ] ὅτι οὐκ ἐγκλιτέον τὸν δέ σύνδεσμον, ὡς ἄν τις εἴποι ὑφ᾿ ἓν τόνδε· χρῆται γὰρ συνήθως αὐτῷ περισσῷ.

190. δαιμόνι᾿ ] αὕτη ἡ λέξις τῶν μέσων ἐστὶ, καὶ δηλοῖ ἀμφό- τερα, ὁτὲ μὲν ἐπὶ ἐπαίνῳ λεγομένη, οἷον θεῖε, μακάριε, μέγιστε, ἀγαθέ, ὁτὲ δὲ ἐπὶ ψόγῳ, ἄφρον καὶ μάταιε, ἢ χείριστε καὶ φαῦλε. ὅτε μὲν οὖν, φησὶ, θεῷ προσφέρει, ἥσσονα λέγει ἢ κατὰ θεὸν, ὅτε δὲ ἀνθρώπῳ, ὑπερέχοντα ἀνθρώπου, ὡς δηλοῦσθαι ἥσσονα μὲν θεοῦ, ὑπερέ- χοντα δὲ ἀνθρώπου.

192. οὐ γάρ πω σάφα οἶσθ᾿ ] ὅτι ὑπὸ τοῦτον ἔδει τετάχθαι τοὺς ἑξῆς παρεστιγμένους τρεῖς στίχους (203—5)· εἰσὶ γὰρ πρὸς βασιλεῖς ἁρμόζοντες, οὐ πρὸς δημότας· “οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ᾿ Ἀχαιοὶ, οὐκ ἀγαθὸν πολυκοιρανίη” καὶ τὰ ἑξῆς.

οἷος νόος Ἀτρείδαο: οἷος νόος Ἀτρείωνος] κἀν ταῖς διορθώσεσι καὶ [*](20. ἐπὶ] ἐν. accommodatum, in quo Ἀτρείδαο 21. * ὅτε δὲ] δέ om. legitur, alterum ex codice sumtum 22. ἀνθρώπου] ἀνον est in quo Ἀτρείωνος legebatur. 24. οὐ γὰρ] οὺ (i. e. ἀντίσιγμα) Ex quo sequitur antiquam scholii formam fuisse, quam restituit 28. Duplex huic scholio lemma Pluygersius p. 4. οἷος νόος Ἀτρεί- praescriptum est, prius οἷος νόος ωνος: κἀν ταῖς διορθώσεσι καὶ ἐν τοῖς Ἀτρείδαο, alterum οἷος νόος Ἀτρεί- ὑπομνήμασιν οὕτως ἐγέγραπτο· καὶ αἱ ωνος. Prius recentioris librarii πλείους cet., sublato quod post ἐγέ- lemma est, ad textum Venetum γραπτο perspicuitatis causa addidit)

89
ἐν τοῖς ὑπομνήμασιν οὕτως ἐγέγραπτο, Ἀτρείωνος. καὶ αἱ πλείους δὲ τῶν χαριεστάτων οὕτως εἶχον, καὶ ἡ Ἀριστοφάνειος. καὶ ὁ Σιδώ- νιος δὲ καὶ ὁ Ἰξίων οὕτως γράφουσιν.

193. ἀπὸ τούτου ἕως τοῦ “τιμὴ δ᾿ ἐκ Διός ἐστ” (197) ἀθε- τοῦνται στίχοι ε, ὅτι ἀπεοικότες οἱ λόγοι καὶ οὐ προτρεπτικοὶ εἰς καταστολήν.

194. ἐν βουλῇ δ᾿ οὐ πάντες] μετρίως τοῦτό φησιν, ἵνα μὴ καται- σχύνῃ τοὺς ἄλλους. τινὲς δὲ ἐν ἐρωτήσει· μὴ οὐκ ἠκούσαμεν πάντες οἱ βασιλεῖς τί εἶπεν ἐν τῇ βουλῇ ὁ Ἀγαμέμνων; manus rec.

195. καθ᾿ ἑαυτὸν ὁ στίχος λέγεται· βούλεται γὰρ 0λέγειν, εὐ- λαβοῦμαι μή τι χολωσάμενος ῥέξῃ κακόν.

196. διοτρεφέος βασιλῆος] ὅτι Ζηνόδοτος γράφει διοτρεφέων βασιλήων. ἐπὶ δὲ τὸν Ἀγαμέμνονα ἀναφέρεται ὁ λόγος· διό φησι “φιλεῖ δέ ἑ μητίετα Ζεύς.”

διοτρεφέος βασιλῆος] οὕτως ἑνικῶς αἱ Ἀριστάρχου. καὶ Πτολε- μαῖος δὲ ὁ ἐπιθέτης ἐν τῷ πρώτῳ περὶ Ἰλιάδος Ἀριστάρχειον ὁμο- λογεῖ τὴν γραφήν. εἶχον δὲ καὶ αἱ χαριέσταται οὕτως, ἄνευ τῆς Ζηνοδότου.

196, 197. ὅτι καλῶς καὶ ταῦτα προστέθειται, ἵνα δεδοίκωσι μὲν ὡς μεγαλόφρονα, σέβωσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα, καὶ θεῷ πειθαρχεῖν δοκῶσιν ὑποκείμενοι βασιλεῖ. manus rec.

198. * ἐπὶ τὸ ἐφεύροι ὑποστικτέον διὰ τὸ ὅν ἄρθρον ὑποτακτικόν.

199. τὸν σκήπτρῳ ἐλάσασκε] οἱ γὰρ θρασεῖς κολακευόμενοι. ἐπαίρονται, εἴκουσι δὲ πληγαῖς μᾶλλον. πῶς οὖν δημοχαριστὴς κατὰ τοὺς τραγικοὺς Ὀδυσσεύς;