Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

231. ὅν κεν ἐγώ] ὅτι Ζηνόδοτος τοὺς τέσσαρας ἠθέτηκεν, ἐν οἶς πάλιν ἐστὶ τὰ γελοιότατα.

232. *γυναῖκα] ἀντὶ τοῦ γυναικός.

235. ἡ μὲν τελευταία τοῦ στίχου τελεία, αἱ δὲ μεταξὺ βραχεῖαι διαστολαὶ, πέπονες, ἐλέγχεα, Ἀχαιίδες. τὸ δὲ πέπον κοινὸν, ὁ πέπων καὶ ἡ πέπων, καὶ τὰ πέπονα. γέλωτα δὲ κινεῖ κάκ᾿ ἐλέγχεα καλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχὴν Θερσίτης.

236. σὺν νηυσὶ νεώμεθα] σὺν τῷ στόλῳ. κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου, ἐφ᾿ ὅνπερ ὁρμήσαντες κατεσχέθησαν· καὶ τὸ φεύγωμεν διὰ τοῦ νεώμεθα ἰάσατο.

237. γέρα πεσσέμεν] τὰ γέρα, ὅ ἐστι τὰς τιμὰς, κατέχειν. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ σιτίων. καὶ γὰρ αὐτὰ, ἂν μὴ κρατηθῇ τὸν ὡρισμένον χρόνον, ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως, οὐ πέπτεται.

[*](20. κε Coetus] καί 29. κατεσχέθησαν] *ἐπεσχέθησαν 22. γελοιότατα] γελοιὧ 30. διὰ τοῦ νεώμεθα] om.)
95

238. * ἠὲ καὶ οὐκί] ὅτι τὴν ἀπόφασιν διὰ τοῦ κ, οὐ διὰ τοῦ χ.

239. ἕο] ὅτι Ζηνόδοτος γράφει ἑοῦ. τοῦτο δὲ ἀσύναρθρον καὶ οὐχ ἁρμόζον τῷ λόγῳ.

242. λωβήσαιο] πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ἐλωβήσω ἂν, ἔβλαψας, ἢ λωβητὸς ἐγένου.

243. Ἀγαμέμνονα—Θερσίτης] μεθ᾿ ὑποκρίσεως ἀντιπαρέθηκε πρὸς ἀγανάκτησιν τὰ ὀνόματα, ἐμφαίνων ὅτι τὸν ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. ἠθικὴ οὖν ἔσται ἡ ἀνάγνωσις.

246. ἀκριτόμυθε] μετὰ εἰρωνείας, ὡς καὶ τὸ λιγύς. οἱ δὲ ἀκριτόμυθε ἀντὶ τοῦ ἀμετροεπές πρὸς κατάγνωσιν τῶν εἰρημένων.

247. μηδ᾿ ἔθελ᾿ ] ὅτι ἔθελε κατὰ συναλοιφήν.

249. Ἀτρείδῃσ᾿ ] οὗτοι ἦσαν κατὰ μὲν τὸ σύνηθες Ἀερόπης καὶ Ἀτρέως παῖδες τοῦ Πέλοπος, τῇ δ᾿ ἀληθεία Πλεισθένους, ὥς φασιν ἄλλοι τε πολλοὶ καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν. ἀλλ᾿ ἐπειδὴ Πλεισθένης νέος τελευτᾷ μηδὲν καταλείψας μνήμης ἄξιον, νέοι ἀνατραφέντες ὑπὸ Ἀτρέως αὐτοῦ παῖδες ἐκλήθησαν.

252. ἀπὸ τούτου ἕως τοῦ ἥρωες Δαναοί (256) ἀθετοῦνται στίχοι ε΄, ὅτι πεζότεροι τῇ συνθέσει, καὶ ἐν τῷ ἧσαι ὀνειδίζων τὸ ἧσαι οὐ κυρίως ἔστι δέξασθαι· οὐ γὰρ κάθηται· οὐδ᾿ ὡς ὁ Διομήδης λέγει “τέττα, σιωπῇ ἧσο” (ΙΙ. 4, 412) ἀντὶ τοῦ ἡσύχαζε. διασταλτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου· τὸ γὰρ ἐπιφερόμενον τοιοῦτον, πότερον εὖ ἢ κακῶς· διὰ καὶ περισπᾶται.

255. τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶσα γὰρ δίβραχυς λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπι- φέροιτο ἀντωνυμία διὰ τοῦ σφ, σεσημειωμένου τοῦ “ἐνθ᾿ ἔσαν οἱ πέπλοι” (Od. 15, 105).

*διδοῦσιν] οὕτως περισπωμένως τὸ διδοῦσιν· τὸ γὰρ ῥῆμα διδῶ.

258. εἴ κ᾿ ἔτι σ᾿ ἀφραίνοντα] ὅτι περισσὸς ὁ κε, καὶ ὅτι συνεκδοχὴ, [*](2. ἀσύναρθρον] σύναρθρον Bekk. 28. ὅτι—ἐν δὲ τῇ] Collato scholio 7. *ἐμφαίνων] om. integriore codicis Veneti haec B 12. *τὸ σύνηθες—φασιν] τὸ σύ- sic restituit Ios. kraussius in νηθες πλησθένους καὶ ἀερόπης τῆς Ritschelii Museo Rheu. vol. 28 ἀτρέως παῖδες τοῦ πέλοπος, ὡς φησὶν p. 488 ὅτι περισσὸς ὁ κε καὶ— 15. *ἄξιον] om. ἀφραίνοντα κιχήσομαι. ἡ δὲ Σινωπικὴ 24. εἰ μὴ ἐπιφέροιτο ἀντωνυμία διὰ εἶχεν ἀφραίνοντα κιχήσομαι ὡς τὸ τοῦ σφ. Fuit haec Herodiani πάρος περ,” ἡ δὲ Μασσαλιωτικὴ doctrina, de qua v. Lehrs. Quaest. “κιχήσομαι ὕστερον αὖτις.” ἐν δὲ τῇ— Ep. p. 106.)

96
εἴ σε ἀφραίνοντα κιχήσομαι ὕστερον αὖτις. ἐν δὲ τῇ κατὰ Φιλήμονα τὸν κριτικὸν κιχήσομαι ἐν Δαναοῖσιν. δύναιτο δ᾿ ἂν τὸ ὥς νύ περ ὧδε ἀκούεσθαι ἁπλούστερον ἀντὶ τοῦ οὕτως, ὡσαύτως. ταῦτα ὁ Δίδυμος.

*κατὰ τὸ τέλος τοῦ στίχου ὑποστικτέον.

260. μηδ᾿ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην] οὐχ ἑαυτῷ νῦν ἀρᾶται, ἀλλὰ τῷ παιδί. καὶ ἔστιν ἡ μὲν πρώτη κατάρα κατὰ τοῦ Ὀδυσσέως, ἡ δὲ δευτέρα κατὰ τοῦ Τηλεμάχου· εἰ γὰρ ἀπόλοιτο ὁ παῖς, οὐκέτι πατήρ ἐστιν Ὀδυσσεύς. ἡ διπλῆ δὲ ὅτι προδιασυνί- στησιν τὰ κατὰ τὴν Ὀδύσσειαν μέλλοντα λόγου τυχεῖν πλείονος.

262. *διαστολαὶ χιτῶνα, ἀμφικαλύπτει.

αἰδῶ] Ἀρίσταρχος περισπωμένως ἀναγινώσκει, ὁμοίως καὶ τὸ “ἠῶ δῖαν ἔμιμνε” (ΙΙ. 9, 662). καὶ ἡμεῖς δὲ αὐτῷ συγκατατιθέμεθα. Διονύσιος δὲ ὁ Σιδώνιος ὀξύνει. Πάμφιλος δὲ πάσας τὰς τοιαύτας αἰτιατικὰς περισπᾷ· “Λητῶ γὰρ ἥλκησε” (Od. 11, 580) καὶ “Πυθῶδ᾿ ἐρχομένην” (ib. 581), ἐπεὶ, φησὶ, Λητόα ἐστὶ καὶ Πυθόα. Διονύσιος δὲ ὁ Θρᾷξ φησι κακῶς ἀνεγνωκέναι τὸν Ἀρίσταρχον κατὰ τὸν περισπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ᾿ ὀξεῖαν τάσιν, Πυθώ Λητώ· ἐχρῆν γὰρ, φησὶν, ὁμοίως ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριστάρχω, εἴ γε ἤδη διάφοροι αἱ εὐθεῖαι, ἠώς αἰδώς, Λητώ δὲ καὶ Πυθώ. ἔστιν οὖν λόγος ὑπὲρ τῆς Ἀρισταρχείου ἀνα- γνώσεως καὶ τῆς κατεγνωσμένης προσῳδίας οὗτος, ὅτι ἐχρῆν μὲν τὸ Πυθώ περισπᾶσθαι, ἐπειδήπερ Πυθόα ἐστὶ, καὶ τοῦτο ἀπῄτει ἡ συναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέστραπται τὸν περισπώ- μενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυσοῦς περι- σπωμένου τὸ δυῖκὸν ὀξυνοῦμεν. οὕτως ἀποδείκνυται ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰς ι λήγει καὶ οὐκ εἰς ω. δεύτερος δὲ λόγος ἀληθής ἐστιν, ὡς εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνος οὖσα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται, οἱ ταχεῖς—τοὺς ταχεῖς. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται, πάντως καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ τῆς συνεμπτώσεως κατὰ τὴν εὐθεῖαν, περισπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆς συναλοιφῆς, οὐχ [*](1. αὖτις Vill.] αὐτῆς Lehrsius] ἡ διπλῆ δὲ προδιασύγκρι- 2. κριτικὸν Vill. Proleg. p. xxiii.] σιν 20. διάφοροι] διάφοροι κρητικὸν 9. *οὐκέτι] οὐκάν 29. ἀποφέρεται Lehrsius] ἐπιφέ- ἡ διπλῆ δὲ ὅτι προδιασυνίστησιν ρεται)

97
ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆρος. ἡ δὲ Λητώ καὶ Πυθώ, καθάπερ κατεχόμεναι ὑπὸ τῆς συνεμπτώσεως τῆς φωνῆς, κατέχονται καὶ τῷ τόνῳ.

264. * πεπληγώς] ὅτι ἀντὶ τοῦ πλήσσων τὸ παθητικὸν παρεί- ληφεν.

266. ἔκπεσε] οὕτως αἱ Ἀριστάρχου, ἔκφυγε. καὶ ἔστιν ἡ χρῆσις Ὁμηρικὴ τῆς λέξεως· παρίστησι γὰρ ἐνίοτε τάχος· “φύγεν ἡνία (ΙΙ. 23, 465) καὶ “ἔκφνγε χειρός” (ΙΙ. 5, 18).

267. ἐξυπανέστη] ἀνέστη ἀπὸ τῆς πληγῆς τῆς χρυσῆς ῥάβδου, ἐμφατικῶς, ὡς τὸ ὑπεξαναδύς. διὰ τῆς ὑπό τὴν κατ᾿ ὀλίγον, διὰ τῆς ἐξ τὴν εἰς εὐθὺ, διὰ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν.