Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

139. ὑποστικτέον ἐν ὑποκρίσει μετὰ τὸ εἴπω, διὰ τὸ ὡς μόριον· ᾧ λόγῳ καὶ τῶν παραβολῶν αἱ πλεῖσται ἀνήρτηνται μέχρι τῆς ἀντ- αποδόσεως.

143. * ἀθετεῖται, ὅτι κενῶς ἐπεξηγεῖται· τὸ γὰρ νοούμενον τὸ αὐτό.

144. ὡς κύματα] ὅτι Ζηνόδοτος γράφει φὴ κύματα. οὐδέποτε δὲ Ὅμηρος τὸ φή ἀντὶ τοῦ ὡς τέταχεν.

κύματα μακρά] ὑψηλὰ, τὰ ἐκ βάθους κινούμενα· συνωθοῦνται γὰρ ἄλλα ἐπ᾿ ἄλλοις, ὡς ὅνλης ἐκ βυθοῦ ταρασσομένης τῆς θαλάττης.

145. πόντου Ἰκαρίοιο] τοῦ Ἰκαρίου πελάγους, κεκλημένου οὕτως ἀπὸ Ἰκάρου τοῦ Δαιδάλου παιδὸς, πεσόντος εἰς αὐτὸ καὶ ἀπολομένου οὕτως. μετὰ τὴν τῆς Πασιφάης πρὸς τὸν ταῦρον μιξιν Δαίδαλος εὐλαβούμενος τὴν Μίνωος ὀργὴν, πτερωτὸς σὺν Ἰκάρῳ τῷ υἱεῖ ἐφέ- ρετο· καταπεσόντος δὲ τοῦ παιδὸς τὸ ὑποκείμενον πέλαγος Ἰκάριον μετωνομάσθη. ὁ μέντοι Δαίδαλος διαπτὰς εἰς Κάμικον τῆς Σικελίας καὶ τὸν υἱὸν αὐτοῦ ἐκδεχόμενος ἔμεινε παρὰ ταῖς Κωκάλου θυγατρά- σιν, ὑφ᾿ ὧν ὁ Μίνως, ἥκων εἰς ἐπαναζήτησιν τοῦ Δαιδάλου, ἀποθνή- σκει καταχεθέντος αὐτοῦ ζεστοῦ ὕδατος. ἱστορεῖ Φιλοστέφανος καὶ Καλλίμαχος ἐν Αἰτίοις.

*ἐπὶ τὸ Ἰκαρίοιο στιγμή· βραχὺ δὲ διαστελοῦμεν ἐπὶ τὸ ἀγορή.

146. *ὤροῤ] ἀπὸ τοῦ ὄρωρε ὑπέρθεσις χρόνου.

147. ὡς δ᾿ ὅτε κινήσῃ Ζέφυρος] ἠπειρωτικὴ ἡ παραβολὴ, ὅπερ ἄμεινον· ἡ πρώτη μὲν τὸν τάραχον, ἡ δὲ δευτέρα τὴν ὁμοθυμαδὸν ὁρμὴν παρίστησιν. πρὸς συμπλήρωσιν τῶν σταχύων οἱ ζέφυροι πνέουσιν.

[*](7. ἐνὶ] In textu codicis est ἐν. 29. *ἠπειρωτικὴ] ἠπειρώταιςι 13. De φή (codex φῆ) v. ad 14, 30. *δευτέρα] om. 31. παρίστησιν] om. 20. *Ἰκάρῳ] ἰκαρίῳ * οἱ ζέφυροι πνέουσιν] πνέουσι 25. καταχεθέντος] *καταχυθέντος ζέφυροι *αὐτοῦ] αὐτῷ.)
85

148. ὅτι χωρὶς προθέσεως εἴρηκεν, ἀντὶ τοῦ ἐπικαταιγίζων· αἰγί- δας γὰρ ἔλεγον ἂς ἡμεῖς καταιγίδας. καὶ ὅτι πτῶσις ἤλλακται· ἀντὶ τοῦ ἐπιμύει δὲ τοὺς ἀστάχυας, οἷον ἐπικλίνει.

ἠμύει] ἠμύει τὸ λήιον τοῖς στάχυσιν, ὡς “ἔφριξεν δὲ μάχη ἐγ- χείῃσιν” (ΙΙ. 13, 339)· ἢ οἱ στάχυες τῷ ἀνέμῳ ἠμύουσιν.

*ὑποστιγμαὶ ἐν ὑποκρίσει ἐπὶ τὸ ἐπαιγίζων καὶ ἀσταχύεσσιν.

150. *νῆας ἐπ᾿ ἐσσεύοντο] οὕτως, νῆας ἐπ᾿ ἐσσεύοντο.

οὐκ ἀναστρέφεται ἡ πρόθεσις, ὅτι συνήλειπται. διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου σημαινομένου τὸν Ἀρίσταρχον κατὰ ἀναστροφὴν ἀνεγ- νωκέναι τὸ “στεῦτο γὰρ Ἡφαίστοιο πάῤ οἰσέμεναι” (ΙΙ. 16, 191). οὐκ ἀναστρέφονται γὰρ, εἰ μὴ ἐπὶ τέλους κέωνται ῥῆμα δηλῶσι.

152. *ἅπτεσθαι—δῖαν] ἐπιλαμβάνεσθαι, ὡς τὸ “ἑανοῦ ἁπτομένη” (ΙΙ. 16, 9).

153. οὐρούς] ψιλοῦται· ἐν πλεονασμῷ γὰρ τοῦ υ ἐγένετο, ὡς καὶ ὅλος οὖλος. ἀνεγνώσθη δὲ κατ᾿ ὀξεῖαν τάσιν· οὕτω γὰρ Ἀρίσταρχος παρήγγελλεν. ἴσως δὲ σημειώδης ὁ τόνος· τὰ γὰρ εἰς ρος λήγοντα δισύλλαβα ἀπλᾶ ἔχοντα τὴν ου δίφθογγον ἐβαρύνετο, κοῦρος θοῦρος οὖρος· καὶ γὰρ ταῦτα περισσὸν ἔχει τὸ υ. ἴσως οὖν εἰς ἀποφυγὴν τοῦ ἐπὶ τοῦ ἀνέμου. καὶ γὰρ καὶ ἐπ᾿ ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ.

ἀϋτὴ δ᾿ οὐρανὸν ἷκεν] μεγαλοφυῶς ἡ λέξις ηὔξησε τὴν ταραχὴν, ἣν κατελεπτολόγησε καὶ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν.

154. ᾕρεον] δασυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περισπωμένου καὶ δασυνομένου γέγονεν.

*παραλόγως δασύνεται τὸ αἱρῶ.

155. ἀσύνδετος ὁ λόγος πρὸς τὰ ἐπάνω· διὸ πρὸ αὐτοῦ στικτέον τελείᾳ. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἐτύχθη διὰ τὸν εἴ σύνδεσμον, εἰ μὴ Ἀθηναίην.

ὑπέρμορα] οὕτως ὑφ᾿ ἓν τὸ ὑπέρμορα· οὐ γὰρ, ὥς τινες, κατὰ διάστασιν. ἔστιν οὖν τι μόρος, ὃ συντεθὲν γίνεται ὑπέρμορος ὡς ὠκύμορος, οὗ οὐδέτερον τὸ ὑπέρμορον, καὶ πληθυντικὸν τὸ ὑπέρμορα. [*](6. ἐπὶ τὸ et καὶ addidit ViIl. 22. * ἐν Ἀχαρνεῦσιν] om. In 8. συνήλειτται] συνείληπται Nub. 357 est οὐρανομήκη φωνήν. 11. ἢ ῥῆμα δηλῶσι Lehrsius] 26. πρὸ αὐτοῦ στικτέον Friedl.] ῥῆμα δηλοῦσι προϋποστικτέον. 15. οὕτω γὰρ Cobetus] ὁ γὰρ 30. ὃ Bekkerus] ᾧ)

86
ὡς οὖν τὸ καλά καὶ ὄνομα, ἀλλὰ καὶ ἐπίρρημα “ἦν μεν καλὰ πατὴρ ὃς κήδεαι υἱός Od. 17, 397, καὶ “πυκνὰ μάλα στενάχων” ΙΙ. 18, 318), οὕτως καὶ “ὑπέρμορα νόστος ἐτύχθη.”

156—159. *Ζηνόδοτος οὕτως ἐπισυντέτμηκεν “εἰ μὴ Ἀθηναίη λαοσσόος ἦλθ᾿ ἀπ᾿ Ὀλύμπου. εὗρεν ἔπειτ᾿ Ὀδυσῆα,” καθόλου τὸν τῆς Ἥρας λόγον περιγράψας, Ὁμηρικῶς ἔχοντα· καὶ γὰρ καὶ τῆς ξιφουλκίας αὕτη ἀφίστησιν. ἡ δὲ Ἀθηνᾶ ὑπηρετεῖ κατὰ διαφορὰν τῆς ἀξίας τηρουμένης τῶν προσώπων.

αἰγιόχοιο] αἰγίς ἐστιν ὅπλον Διὸς Ἡφαιστότευκτον. Ζεὺς Κρόνου καὶ Ῥέας γενόμενος ἐν Κρήτῃ ἐπεκλήθη αἰγίοχος διὰ τὸ αὐτόθι ὑπὸ αἰγὸς τραφῆναι, ἢ ὥς τινές φασι, διὰ τὸ αἶγα ἀνελόντα τὴν μὲν δορὰν ἀμφιάσασθαι, τοῖς δὲ κέρασιν εἰς τόξον χρήσασθαι· ὅθεν καὶ αἰγιδόκον τόπον τινὰ ἐν Κρήτῃ καλεῖσθαι. ἱστορεῖ Εὐφορίων.

159. *νῶτα θαλάσσης] οὐδετέρως τὸ νῶτον καὶ τὰ νῶτα λέγει ὁ ποιητὴς πανταχοῦ, καὶ Ἡσίοδος· καὶ οὐκ ἀρσενικῶς τὸν νῶτον.

160. ἀπὸ τούτου ἕως τοῦ ἐν Τροίῃ ἀπόλοντο (162) ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκεινται, ὅτι οἰκειότερον ἐν τῷ τῆς Ἀθηνᾶς λόγῳ ἑξῆς εἰσὶ τεταγμένοι (176), νῦν δὲ κοινότερον λέγονται.

161. Ἀργείην Ἑλένην] ὅτι Ζηνόδοτος γράφει Ἀργείην θ᾿ Ἑλένην, σὺν τῷ συνδέσμῳ, ὥστε εἶναι χωρὶς καύχημα, καὶ σὺν τούτῳ τὴν Ἑλένην. οὐ λέγει δὲ οὕτως, ἀλλ᾿ αὐτὴν τὴν Ἑλένην καύχημα.

*Ἀργείην] ἡ Λακωνικὴ πέμπτον τῆς ὅλης Πελοποννήσου.

162. φίλης ἀπὸ πατρίδος αἴης] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ὡς Τυραννίων καὶ Πτολεμαῖος· ὁπότε γὰρ γενικῇ συντάττεται ἡ ἀπό, τηρεῖ τὸν τόνον· “καὶ γάρ τίς θ᾿ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο” (292).

163. *οὕτω κατὰ λαόν συμφώνως εἶχον ἅπασαι.

164. σοῖς δ᾿ ἀγανοὶς] χωρὶς τοῦ δ εἶχον αἱ χαριέσταται, σοῖς ἀγανοῖς· καὶ ἡ Ἀριστοφάνους οὕτως εἶχεν. ἀγανοῖς δὲ, ἄγαν προση- νέσι, πράοις, ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν τὸν θυμὸν ζέοντα. ἀθετεῖται δὲ καὶ ἀστερίσκος παράκειται, ὅτι καὶ οὗτος πρὸς Ἀθηνᾶς οἰκείως πρὸς Ὀδυσσέα λέγεται (180), καὶ ψεῦδος [*](2. κήδεαι] κήδεται 18. κοινότερον] ἀνοικειότερον Lehr- 7. ἀφίστησιν Vill.] ἐφίστησιν sius. 8. ἀξίας Bekkerus] δεξιᾶς 24. ἡ ἀπό] μὴ μεταξὺ πιτουσῶν 10. *ἐπεκλήθη] δὲ ἐπικληθεὶς λέξεων καὶ σημαίνῃ τὸ ἄποθεν addit “ὑπὸ αἰγὸς] om. Lehrsius.)

87
περιέχει νῦν. οὐ γὰρ ἡ Ἀθηνᾶ παρίσταται ἑκάστῳ, ἀλλ᾿ ὁ Ὀδυσσεύς.

*ψιλωτέον τὸ ἀγανός· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ.

167. * τελεία ἐπὶ τὸ ἀίξασα· ἀσύνδετον γὰρ τὸ ἑξῆς πρὸς τὰ ἐπάνω.

*Οὐλύμποιο] ὅτι ὄρος ὁ Ὄλυμπος.