Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

60. Εκτορα εἶπε παραστάς] ὅτι ἐλλείπει ἡ πρός, πρὸς Ἕκτορα, ὡς καὶ “τότʼ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον” (Il. 17, 237.) δύναται δὲ τὸ ἑξῆς εἶναι παρʼ Εκτορα στάς, ὡς μὴ λείπειν τὴν πρόθεσιν.

62. *γρ. περί.

66. ἱππεῦσι· στεῖνος γάρ] ὅτι τὸ στένωμα τὸ κατὰ τὴν γέφυραν τῆς τάφρου λέγει. Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης ἱππῆας. προ- περισπαστέον δὲ τὸ στεῖνος· οὐδετέρως γὰρ ἐξενήνεκται, πᾶν δὲ οὐδέτερον εἰς ος λῆγον ἐν ὀνόμασι βαρύνεσθαι θέλει. οὕτως οὖν καὶ μακρός ὀξύνομεν ἀρσενικὸν ὑπάρχον· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύ- νεται. οτως καὶ τὸ κλειτός· οὐδέτερον γὰρ γενόμενον βαρύνεται παρʼ Ἀλκμᾶνι “τῷ ἐν Θεσσαλίῳ κλείτει.”

67. *εἰ μὲν γὰρ δὴ] ἀριστοφάνης εἰ μὲν γὰρ τοὺς πάγχυ.

68. *βούλετʼ ἀρήγειν] ἵετ’ ἀρήγειν. οὕτως πᾶσαι.

71. πρὸς τὴν παλίωξιν, ἅτι ἐστὶ πάλιν δίωξις, ὅταν μεταβαλλό- μενοι διώκωσιν οἱ διωκόμενοι. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν αἰὲν ἐγῶ τεύχοιμι” (Il. 15, 69). κακῶς· διὸ ἀθετεῖται.

75. * Ζηνόδοτος διὰ τοῦ τ, τὼς ἂν ἐγὼ εἴπω.

77. ἔχει μέν τινα διλογίαν ὁ στίχος, ἐπεὶ καὶ σὺν τεύχεσι καὶ θωρηχθέντες· ὅμως γοῦν τὸ σὺν τεύχεσιν ἢ τοῖς ἄνω προσδοτέον, ἵν’ ἐλάττων ἡ διλογία γένηται, ἢ τοῖς ἑξῆς, ἵνʼ ἡ σύν πρόθεσις [*](23. βαρύνεται] Sic τοῦ μάκρους 24. τῷ ἐν Θεσσαλίῳ] ἐν τῷ ῦεσ- Arist. Av. 1131. σαλικῷ Lobeck. Technol. p. 293.)

419
κέηται ἀντὶ τῆς ἔν, ὡς ἐκεῖ “τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν” (Il. 1, 183). βέλτιον δὲ τὸ πρότερον.

*ὅτι σαφῶς τοὺς πεζοὺς ὁπλίτας πρυλέας.

79. *πείρατʼ] Ζηνόδοτος καὶ Ἀριστοφάνης πεῖραρ ἑνικῶς.

85. *τὸ ὅλον αὖτε ἐπὶ τάφρῳ.