Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

86, 87. βραχὺ διασταλτέον κατὰ τὴν μετοχὴν, καὶ στικτέον κατὰ τὸ ἕποντο. οἱ δὲ γράφοντες τὸ ἕκαστοι, ὥς τινες, πάντως συναπτέον τοῖς ἑξῆς “οἱ μὲν ἅμʼ Ἕκτορι ἴσα.”

87. *γρ. ἕκαστος.

90. *ἐν ἄλλῳ τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.

93. ὅτι ὡς ἐπὶ τοῦ δευτέρου τάγματος ἑτέρων εἴρηκεν· ἢ ὅτι τηρεῖ τὴν ἐν τούτοις διαφοράν.

Πάριν κατὰ γαστρὸς ἔχουσα ἡ Ἑκάβη ὄναρ ἐθεάσατο ὅτι ἔτεκε δαλὸν ὑφʼ οὗ πᾶσα κατεφλέχθη ἡ πόλις. τὸ οὖν τεχθὲν οὐ γνώμῃ τῶν μάντεων ἐξετέθη, ἀλλὰ γνώμῃ θεῶν ὑπὸ τοῦ εὑρόντος ἐτράφη βουκόλου, ὃς ἄρκτον αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος ἀνέθρεψεν. ἐκλήθη οὖν Πάρις, οὐχ ὥς τινές φασιν, ὅτι ἐν πήρᾳ ἐτράφη, ἀλλʼ ὅτι τὸν μόρον παρῆλθεν ὕστερον δὲ Ἄλέξανδρος, ὅτι τῇ πατρίδι ἠλέξησεν, ὅ ἐστιν ἐβοήθησε, πολεμίων ἐπελθόντων.

96. ὅτι πλεονάζει ἐν Ἰλιάδι τὰς ἐπαναλήψεις, ἐν Ὀδυσσείᾳ δὲ ἅπαξ. πρὸς τοὺς χωρίζοντας.

97. ὅτι Σελλήεις ποταμὸς ἐπʼ Ἀσίας οὗτος, ἕτερος δὲ ἐπὶ Θεσπρωτίας.

105. τυκτῇσι βόεσσι] ταῖς εἰργασμέναις βύρσαις. λέγει δὲ ταῖς ἀσπίσιν. οὐδέποτε δὲ βοῦν ἀπλῶς λέγει τὴν ἀσπίδα, ἀλλὰ μετά τινος ἐξ οὗ γνωρίζεται, οἷον βῶν ἀζαλέην (lI 7, 238).

σημειοῦνταί τινες ὅτι τυκτὰς βόας τὰς ἀσπίδας εἴρηκεν.

106. λελιημένοι] λιλῶ ἐστὶ ῥῆμα τὸ σημαντικὸν τοῦ προθυμου- μένου, ἐκ τοῦ λῶ διπλασιασθὲν, οὗ παραγωγὸν τὸ λιλαίω· “λιλαιό- μενα χροὸς ἆσαι” (Il. 11, 574). τοῦ λιλῶ ἀκόλουθος παρακείμενος λελίληκα, παθητικὸς λελίλημαι, μετοχὴ λελιλημένος, πληθυντικὴ λελιλημένοι, ἐλλείψει τοῦ λ λελιημένοι. Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς.

[*](5. αὖτε] Ιmmo αὖθι 11. ἢ] καὶ Friedl. 6. κατὰ τήν μετοχήν] καθʼ ἑκάστην 19. *ἠλέξησεν] ἐξηλέησεν Friedl. 27. τυκτὰς addidit Lehrsius. 7. οἱ δὲ γράφοντες] εἰ δὲ γρά- 28. προθυμουμένου Vill. προθυμοῦ. φοιμεν Friedl.)
420

107. ὅτι ἐπὶ τῶν Τρώων ἀκουστέον, ἐμπεσεῖν ταῖς ναυσίν.

114. ἐπὶ τὸ ἀγαλλόμενος βραχὺ διασταλτέον διὰ τὸ σαφές.