Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

40. αὐτὰρ ὅγʼ ὡς τὸ πρόσθεν] εἴτε ὑποστίζοιμεν ἐπὶ τὸ πρόσθεν εἴτε διαστέλλοιμεν ἐπὶ τὸ ἐμάρνατο, τὸ ῥῆμα κοινὸν γίνεται ἀμφο- τέρων τῶν μερῶν, ἐμάχετο ὡς πρόσθεν ἐμάχετο.

*Ἀριστοφάνης ]ἐμαίνετο.

41. ἔν τισι θηρητῆρσι. Gl. interl.

42. ὅτι ἀντὶ τοῦ στρέφηται. Gl. interl.

44. *ἀντίοι] γράφεται ἀντίον· οὕτως γὰρ Ἀρίσταρχ ος.

46. ταρβεῖ οὐδὲ φοβεῖται] ὅτι οὐ τὸ αὐτὸ σημαίνει διʼ ἀμφο- τέρων, ἀλλὰ διὰ μὲν τοῦ ταρβεῖ δέδιεν, ὃ ἡμεῖς φοβεῖται, διὰ δὲ τοῦ φοβεῖται φεύγει. λέγει οὖν, οὕτε δέδιεν οὔτε φεύγει.

*ἀγηνορίη] οὕτως χωρὶς τοῦ ι Ἀρίσταρχος· ἔστι γὰρ ἡ ἀγηνορία.

49. ἐλίσσεθʼ ἑταίρους] τὸ ἐλίσσετο ἑκατέροις δύναται προσδί- δοσθαι, καὶ σημαίνει ἢ τὸ παρεκάλει παρὰ τὸ λίσσεσθαι, ἢ ἐστρέ- φετο παρὰ τὸ ἑλίσσω ῥῆμα, ἐπεὶ καὶ λέοντι αὐτὸν εἰκάζει. πιθανώ- τερον δὲ τοῖς ἑξῆς αὐτὸ συντάττειν· οὕτε γὰρ εὔκαιρος ἡ διαστολὴ ἐπὶ τοῦ ἐννεακαιδεκάτου χρόνου, οὕτε τὸ πλῆθος εἰκὸς αὐτὸν παρα- καλεῖν, ἀλλὰ τοὺς ἑταίρους μόνους.

54. *περὶ] Ἀριστοφάνης διὰ πᾶσαν.

[*](12."ἐπὶ πύργους] ἐπὶ πύργων 16. De hoc scholio v. Friedl. Friedl. ἀπὸ πύργων Lehrs. de scho- Nic. p. 218. liis Pindar. p. 193. 24. διὰ μἐν] μἐν διὰ)
418

55, 56. τὸ μὶν πρότερον ἔστασαν δασύνει ὁ Ἀρίσταρχος, ἐπειδήπερ τὸ αὐτό ἐστι τῷ ἑστήκεισαν. ἔφαμεν δὲ καὶ ἡμεῖς δασύ- νεσθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ ῥήματος. τὸ μέντοι δεύτερον ψιλοῖ· ἰσοδυναμεῖ γὰρ τῷ ἔστησαν· οὓς ἔστησαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ε τοῦ ἀορίστου ἐπὶ τούτου τοῦ ῥήματος ἐψιλοῦτο, συγκατατίθεται δὲ καὶ ὁ Ἀσκαλωνίτης τῷ τοιαύτῃ ἀναγνώσει· καὶ ἡμεῖς.

56. ἔστασαν] ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἔστησαν· διὸ καὶ ψιλῶς ἀναγνωστέον· μετείληπται γὰρ τὸ στοιχεῖον. ἐν δὲ τοῖς ἐπάνω “ἔστασαν ἀμφοτέρωθεν” δασύνεται.

59. ἐσβαίη] ἡ Ζηνοδότειος καὶ Ἀριστοφάνειος καββαίη· καὶ γὰρ ἐπιφέρει “ἔνθʼ οὔπως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι” (65).