Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

228. ἀμφίβολον. εἰ μὲν ὑφʼ ἕν τις λέγοι “ὃς σάφα θυμῷ εἰδείη τεράων καί οἱ πειθοίατο λαοί,” καὶ τοῦτο παρειληφὼς εἰς ἀξιοπιστίαν ἔσται τοῦ μάντεως. εἰ δὲ χωρίζοιτο τῇ ἀνυποκρίτῳ ὑποστιγμῇ, ἐκεῖνο μὲν ἔσται διὰ μέσου “ὅς σάφα θυμῷ εἰδείη τεράων,” τὸ δὲ ἐξῆς, ὁδέ χʼ ὑποκρίναιτο θεοπρόπος καί οἱ πειθοίατο λαοί. οὕτως ἂν ἀποκρίναιτο μάντις, καὶ αὐτῷ πεισθείη τὸ πλῆθος.

*ὑποκρίναιτο] ὅτι ἀντὶ τοῦ ἀποκρίναιτο.

230. ὅτι Ζηνόδοτος γράφει τὸν δʼ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ. βέλτιον δὲ τὸν δʼ ἄρ’ ὑπόδρα ἰδών· εὐθέως γὰρ τὸ δυσάρεστον ἐμφαίνει διὰ τῆς ὄψεως.

231. Πονλυδάμα] αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, παρὰ τὴν ἀναλο- γίαν· Ζηνόδοτος δὲ καὶ λαμαιλέων σὺν τῷ ν, Πουλυδάμαν.

236. βουλέων] ἡ πρώτη λέξις ὑπὸ τῆς συνηθείας τοῖς ἄνω προσ- δίδοται· δύναται δὲ καὶ τοῖς ἑξῆς.

239. εἶτʼ ἐπὶ δεξί] ὅτι δύο διαστάσεις οἶδεν Ὀμηρος κοσμικὰς. ἀνατολὴν καὶ δύσιν· καὶ δεξιὰ μὲν τὰ πρὸς ἀνατολὰς, ἀριστερὰ δὲ τὰ πρὸς δυσμὰς λέγει.

243. εἴς οἰωνὸς ἄριστος] εἴ τις βούλοιτο ἐπὶ τὸ ἄριστος βραχὺ διαστέλλειν, τάχʼ ἂν εἴη σαφέστερον τὸ λεγόμενον.

246. *ἐπʼ Ἀργείων] παρὰ Ζηνοδότῳ νηυσὶν ὑπʼ Ἀργείων.

253. ὅτι διὰ τῶν ἀποτελουμένων φανερὸν ὅτι τὴν αἰγίδα ἔσεισεν ὁ Ζεύς.

254. ὅτι τὸ ἰθύς τοπικῶς τίθησιν, ἀντὶ τοῦ ἐπʼ εὐθείας καταν- τικρὺ τῶν νεῶν.

258. ὅτι κρόσσας ἐν μὲν τοῖς ὑπομνήμασι κεφαλίδας, ἐν δὲ τοῖς περὶ τοῦ ναυστάθμου κλίμακας. καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς πύργους εἷλκον.

ἐπὶ τὸν μέν σύνδεσμον εἰ διαστέλλοιμεν, γένοιτο ἂν πύργων ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους τὰς κλίμακας εἷλκον· εἰ δὲ συνά- πτοιμεν κρόσσας πύργων τὰς ἐξοχὰς, περὶ ὧν ἐν τοῖς περὶ ναυστάθμου λέγεται. κατὰ δὲ τὸν πρότερον λόγον κρόσσαι αἱ πολε- μικαὶ κλίμακες καὶ τὰ μηχανήματα τὰ ἀνθιστάμενα τοῖς τείχεσιν.

259. στήλας ὀρθοὺς λίθους, παρὰ τὸ ἵστασθαι, λέγει τοὺς θε-

426
μελίους· ὥθεν καὶ προβλῆτας αὐτούς φησι, παρὰ τὸ προκαταβε- βλῆσθαι ὑπὸ τῶν πολεμίων.

260. ἔχματα πύργων] ψιλωτέον· πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦται. περὶ δὲ τοῦ χι δασννομένου εἴπομεν.

261. αὗ ἔρυον] ὅτι εἰς τοὐπίσω εἷλκον, πρὸς τὸ “αὐέρυσαν μὲν πρῶτα” (Il. 1, 459).

267. οὐ συναπτέον ταῦτα τοῖς ἐπάνω, ἀλλʼ ἀφʼ ἑτέρας ἀρχῆς. κοινὸν δʼ ἐστὶ τὸ νείκεον. εἰ δὲ μὴ ἁρμόζει τοῖς μειλιχίοις λόγοις τὸ νεικεῖν, οὐ θαυμαστόν· καὶ γὰρ ἐν τῇ A (582) φησὶν “ἀλλὰ σὺ τόν γʼ ἐπέεσσι καθάπτεσθαι μαλακοῖσι.” δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τὸ μειλιχίοις, ἵνα τοῖς ἄνω προσδιδῶμεν τὸ ἡμιστίχιον· ἁρ- μόζει γὰρ ὀτρύνειν μειλιχίοις· ἐξαλλαγὴ δὲ ἔσται, ἀπʼ ἄλλης ἀρχῆς ἀναγινωσκόντων ἡμῶν ἄλλον στερεοῖς ἐπέεσσι νείκεον.

268. ὁ λόγος, καὶ ὃς ἔξοχός ἐστι καὶ ὃς ἐλάχιστος καὶ ὃς μέσος, νῦν τούτων ἀπάντων ἐστὶν ἔργον, ὡς εἰ οὕτως ἔλεγε, νῦν ἔπλετο ἔργον ἅπασιν, ὃς ἔξοχος ὁς τε μεσήεις ὅς τε χερειότερος.

273. * ἀκούσας] γράφεται καὶ ἀκούων.

276. *νεῖκος] Ἄρίσταρχος νῖκος διὰ τοῦ ὶ· βούλεται γὰρ λέγεσθαι τὴς νίκης τὴν ἥτταν.

βραχὺ διασταλτέον ἐπὶ τὴν μετοχὴν διὰ τὸ σαφέστερον.

τὸ δίεσθαι ἡ παράδοσις προπαροξύνει, καὶ ἔχομεν ἐκεῖνο λέγειν, ὅτι εἰ οἴδεν ὁ ποιητὴς τὸ δίενται (Il. 23, 475) ὡς τίθενται καὶ ἐνδίεσαν (Il. 18, 584) ὡς ἐτίθεσαν, δῆλον ὅτι εἴσεται καὶ τὸ δίεσθαι προπαροξυ- νόμενον ὡς γὰρἀπὸ τοῦ τίθενται καὶ ἐτίθεσαν τὸ ἀπαρέμφατον τίθεσθαι, οὕτωςκαὶἀπὸ τοῦ “ἵπποι ἀερσίποδες πολέος πεδίοιοδίενται’ καὶ “αὕτως ἐνδίεσαν” γένοιτʼ ἂν τὸ ἀπαρέμφατον δίεσθαι, ὥστε καὶ ἀπὸ τῶν εἰς μι ἐσχημάτισται· καὶ δέον ἐστὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον περισπᾶσθαι, ἵνα ἀποτελέσῃ τὸ δίημι, ἐξ οὗ τὸ ἐνδίεσαν καὶ δίεσθαι.

277. ὥς τώγε προβοῶντε] κατ’ ἔνια τῶν ὑπομνημάτων προβάοντε, οἷον προβαίνοντες καὶ ἀμείβοντες τόπον ἐκ τόπου. διχῶς οὖν.

278. ὥστε νιφάδες] μικρῷ πρόσθεν ἐχρήσατο τῇ εἰκόνι· “νιφάδες δʼ ὧς πῖπτον ἔραζε, ἅς τʼ ἄνεμος ζαής” (156). ἐκεῖ μὲν οὖῦν πρὸς τὴν πλῆξιν τὸν ἄνεμον ἔλαβε, πρὸς δὲ τὴν συνεχῆ φορὰν νῦν καὶ πρὸς τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα.

[*](7. οὐ addidit Friadl. των Cobetus. 19. τῆς νίκηθ τ (sic)] τἠν ννικησάν- 33. καὶ Vili.] om.)
427

280. ὅτι κῆλα τὰ βέλη Διὸς, χιὼν καὶ ὑετός. νίφειν δὲ τὸ χιονίζειν λέγει. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νιφέμεν πρὸς τὸ σαφέστερον.

*τὰ αὐτοῦ σημαίνει βέλη. ἐπιπέμπει κατὰ χόλον, βέλος δὲ νῦν τὸν χειμῶνα.