Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

281. χέει ἔμπεδον] οὕτως αἱ Ἀριστάρχου, χέει ἔμπεδον· ἡ δὲ Μασσαλιωτικὴ χέει ἄσπετον.

283. * Ἄρίσταρχος διὰ τοῦ ο, λωτοῦντα.

285. κῦμα δέ μιν προσπλάζον ἐρύκεται] ὅτι ἀντὶ τοῦ ἐρύκει. ὁ δὲ λόγος περὶ τῆς χιόνος· μόνον τὸ κῦμα προσπελάζον ἀπερύκει αὐτὴν, τἄλλα δὲ πάντα κεκάλυπται.

286. * εἰλῦται] γρ. εἰλύαται.

προπερισπῶσιν, ἵνα ἐκ τοῦ εἰλύαται συναλοιφὴ ὑπάρχῃ, ἢ τοῦ εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶς συντάσσεσθαι τὸ ῥῆμα καὶ πληθυντικῶς. οὐκ ἀήθης δὲ ἡ τοιαύτη συναλοιφῇ, εἴγε καὶ τὸ ἐρύ- εσθαι ῥῦσθαι ἔφη· “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε” (Il. 15, 141), καὶ τὸ “ἄρχετε νῦν νέκυας φορέειν” (Od. 22, 437) ἐν τοῖς ἑξῆς ἔφη “ἐκ δὲ νέκυς οἴκων φόρεον” (Od. 24, 417). τινὲς δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμις τὸ δὲ καθύπερθε πρὸς ἄμφω δύναται συντάσσεσθαι· διὸ διασταλτέον.

287. * θαμειαί] σημειωτέον ὅτι τὰς λίθους θηλυκῶς.

288. βραχὺ διασταλτέον ἐπὶ τὸ Ἀχαιούς· τὸ γὰρ ἑξῆς ἐστὶν, ὡς τῶν βαλλομένων. ἐπὶ δὲ τῶν λίθων ἡ λέξις οὐκ ἂν ἀκούοιτο, ἐπεὶ σολοικισμός ἐστιν.

291. τείχεος ἐρρήξαντο πύλας] ὅτι πάλιν τὴν πύλην πύλας, καὶ τὸν μοχλὸν ἔνα, διὰ τῶν ἑξῆς δύο παραδιδούς.

292. Εὐρώπην τὴν Φοίνικος Ζεὺς θεασάμενος ἔν τινι λειμῶνι μετὰ νυμφῶν ἄνθη ἀναλέγουσαν ἠράσθη, καὶ κατελθὼν ἤλλαξεν ἑαυτὸν εἰς ταῦρον καὶ ἀπὸ τοῦ στόματος κρόκον ἔπνει. οὕτως τε τὴν Εὐρώπην ἀπατήσας ἐβάστασε, καὶ διαπορθμεύσας εἰς Κρήτην ἐμίγη αὐτῇ. εἶδʼ οὕτως συνῷκισεν αὐτὴν Ἀστερίωνι τῷ Κρητῶν [*](8. λωτοῦντα] λοτοῦντα 27. Hoc scholion legitur in A- 13. ὑπάρχῃ Vili.] ὑπάρχει post scholion versus 303. 16. τε] om. 20. *κρόκον] κρόπον 18. οἴκων] οῖκον 31. *αὐτῇ] om. 20. διασταλτέον] ἡ μετʼ αὐτὸ ἡ *συνῴκισεν αὑτήν] συνῷκησεν αὐτῇ μετὰ τὸ εἰλύατα addit Fiedl.)

428
βασιλεῖ. γενομένη δὲ ἔγκυος ἐκείνη τρεῖς παῖδας ἐγέννησε, Μίνωα, Σαρπηδόνα καὶ Ῥαδάμανθυν. ἡ ἱστορία παρʼ Ἡσιόδῳ καὶ Bακχυ·

293. *ἕλξιν] μέλασιν, ἢ εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ.

295. ἐξήλατον] Ἀρίσταρχός φησιν ὡς δεῖδασύνοντας προφέρεσθαι. σημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοσούτων ἐλασμάτωνσυγκειμένην αὐτήν. ὁ δὲ Ζηνόδοτος, φησὶν, ἔοικε ψιλῶς προφέρεσθαι, ἐκδεχόμενος τὴν ἐξηλασμένην, οὐκ εὖ. οὐκ ἀπιθάνως δὲ ὁ Ἀρίσταρχος, εἴγε καὶ ἑπτα- βόειον σάεος που λέγει καὶ ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος “πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες” (Il. 18, 481) καὶ “ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων” (Il. 20, 270).

296. ἤλασεν] ὅτι Ζηνόδοτος γράφει ἐξέλασ, ἔντοσθεν δέ· ἐξ οὗ φανερός ἐστι τὸ προκείμενον ψιλῶς ἀνεγνωκὼς ἐξήλατον· δεῖ δὲ δα- σέως, ἵνα ἀριθμὸς δηλωθῇ.

296, 297. βοείας ῥάψε χρυσείῃς ῥάβδοισι] ἀντὶ τοῦ ἔρραψε τὰς βοείας ῥαφαῖς ῥαβδοειδέσιν ώσανεὶ φλεψίν. τὸ δὲ περίκυκλον ἄμεινον δύο ποιεῖν, περί καὶ κύκλον, ἵνα ᾖ περὶ τὸν τῆς ἀσπίδος κύκλον. οὕτως καὶ ὁ Ἀσκαλωνίτης.

297. *ῥαβδοειδέσι ῥαφαῖς.

298. διασταλτέον ἐπὶ τὸ σχόμενος πρὸς τὸ σαφέστερον.

301. πειρήσοντα] ὅτι πειρήσοντα διάπειραν ληψόμενον, ἐνεδρεύ-· σοντα· καὶ ὅτι ὁ καί περισσός ἐστιν. ὁ δὲ Διονύσιος, ὅτι δύναται σημαίνειν τι πλέον, οὕτως ἐνδεὴς τροφῆς ὥστε καὶ ἐπὶ πεπυκνωμένον καὶ ἠσφαλισμένον δόμον ἐλθεῖν. δόμον δὲ τὴν ἔπαυλιν.

*εἰς πυκινόν] γράφεται καὶ ἐς πυκινόν.

302. βώτορας] βοσκήτορας, βουκόλους. βῶ βόσω, βότωρ βότωρος, ὑπερβιβασμὸς χρόνου βώτορος καὶ βώτορας.

303. σημειοῦνταί τινες ἐνταῦθα ὅτι περισσὴ ἡ πρόθεσις ἡ περί.

318. *οὕτως ἀκλεές αἱ Ἀριστάρχου καὶ αἱ χαριέστεραι.

326. τὸ ἐξῆς ἐστὶ, νῦν δʼ ἴομεν ἠέ τῳ εὗχος ὀρέξομεν. οὕτως οὖν διορθωτέον.

328. ὅτι ἀντὶ τοῦ ἴωμεν καὶ ὀρέξωμεν, καὶ ὅτι συνεκδέξασθαι δεῖ τὸ ὀρέξῃ, ὅπερ οὐ συνέντες τινὲς ὑποτιθέασι στίχον· “δώσει ἀποκτά- μενος κλυτὰ τεύχεα καὶ δόρυ μακρόν.”